TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 343
Previous part

Chapter: 6 
Verse: 1    Καὶ εἶπον οἱ υἱοὶ τῶν προϕητῶν πρὸς Ελισαιε ᾽Ιδοὺ δὴ τόπος, ἐν ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀϕ' ἡμῶν·
Verse: 2    
πορευϑῶμεν δὴ ἕως τοῦ Ιορδάνου καὶ λάβωμεν ἐκεῖϑεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε.
Verse: 3    
καὶ εἶπεν εἷς ᾽Επιεικέως δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν ᾽Εγὼ πορεύσομαι.
Verse: 4    
καὶ ἐπορεύϑη μετ' αὐτῶν, καὶ ἦλϑον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα.
Verse: 5    
καὶ ἰδοὺ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν ῏Ω, κύριε, καὶ αὐτὸ κεχρημένον.
Verse: 6    
καὶ εἶπεν ἄνϑρωπος τοῦ ϑεοῦ Ποῦ ἔπεσεν; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον.
Verse: 7    
καὶ εἶπεν ῞Υψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό.
Verse: 8    
Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ.
Verse: 9    
καὶ ἀπέστειλεν Ελισαιε πρὸς τὸν βασιλέα Ισραηλ λέγων Φύλαξαι μὴ παρελϑεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται.
Verse: 10    
καὶ ἀπέστειλεν βασιλεὺς Ισραηλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ελισαιε, καὶ ἐϕυλάξατο ἐκεῖϑεν οὐ μίαν οὐδὲ δύο.
Verse: 11    
καὶ ἐξεκινήϑη ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ισραηλ;
Verse: 12    
καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ελισαιε προϕήτης ἐν Ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ Ισραηλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου.
Verse: 13    
καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ᾽Ιδοὺ ἐν Δωϑαϊμ.
Verse: 14    
καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλϑον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
Verse: 15    
καὶ ὤρϑρισεν λειτουργὸς Ελισαιε ἀναστῆναι καὶ ἐξῆλϑεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν ῏Ω, κύριε, πῶς ποιήσωμεν;
Verse: 16    
καὶ εἶπεν Ελισαιε Μὴ ϕοβοῦ, ὅτι πλείους οἱ μεϑ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν.
Verse: 17    
καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀϕϑαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν κύριος τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, καὶ εἶδεν, καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε.
Verse: 18    
καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο Ελισαιε πρὸς κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔϑνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ελισαιε.
Verse: 19    
καὶ εἶπεν πρὸς αὐτοὺς Ελισαιε Οὐχ αὕτη πόλις καὶ αὕτη ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἀπάξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σαμάρειαν.
Verse: 20    
καὶ ἐγένετο ὡς εἰσῆλϑον εἰς Σαμάρειαν, καὶ εἶπεν Ελισαιε ῎Ανοιξον δή, κύριε, τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν κύριος τοὺς ὀϕϑαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας.
Verse: 21    
καὶ εἶπεν βασιλεὺς Ισραηλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ;
Verse: 22    
καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομϕαίᾳ σου καὶ τόξῳ σου, σὺ τύπτεις· παράϑες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ ϕαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελϑέτωσαν πρὸς τὸν κύριον αὐτῶν.
Verse: 23    
καὶ παρέϑηκεν αὐτοῖς παράϑεσιν μεγάλην, καὶ ἔϕαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλϑον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέϑεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλϑεῖν εἰς γῆν Ισραηλ.
Verse: 24    
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤϑροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάϑισεν Σαμάρειαν.
Verse: 25    
καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάϑηντο ἐπ' αὐτήν, ἕως οὗ ἐγενήϑη κεϕαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου.
Verse: 26    
καὶ ἦν βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα Σῶσον, κύριε βασιλεῦ.
Verse: 27    
καὶ εἶπεν αὐτῇ Μή σε σώσαι κύριος, πόϑεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἀπὸ τῆς ληνοῦ;
Verse: 28    
καὶ εἶπεν αὐτῇ βασιλεύς Τί ἐστίν σοι; καὶ εἶπεν ῾Η γυνὴ αὕτη εἶπεν πρός με Δὸς τὸν υἱόν σου καὶ ϕαγόμεϑα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου καὶ ϕαγόμεϑα αὐτὸν αὔριον·
Verse: 29    
καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐϕάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ ϕάγωμεν αὐτόν, καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς.
Verse: 30    
καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωϑεν.
Verse: 31    
καὶ εἶπεν Τάδε ποιήσαι μοι ϑεὸς καὶ τάδε προσϑείη, εἰ στήσεται κεϕαλὴ Ελισαιε ἐπ' αὐτῷ σήμερον.
Verse: 32    
καὶ Ελισαιε ἐκάϑητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάϑηντο μετ' αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ· πρὶν ἐλϑεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ οἴδατε ὅτι ἀπέστειλεν υἱὸς τοῦ ϕονευτοῦ οὗτος ἀϕελεῖν τὴν κεϕαλήν μου; ἴδετε ὡς ἂν ἔλϑῃ ἄγγελος, ἀποκλείσατε τὴν ϑύραν καὶ παραϑλίψατε αὐτὸν ἐν τῇ ϑύρᾳ· οὐχὶ ϕωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισϑεν αὐτοῦ;
Verse: 33    
ἔτι αὐτοῦ λαλοῦντος μετ' αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν ᾽Ιδοὺ αὕτη κακία παρὰ κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.