TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 344
Previous part

Chapter: 7 
Verse: 1    καὶ εἶπεν Ελισαιε ῎Ακουσον λόγον κυρίου Τάδε λέγει κύριος ῾Ως ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριϑῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.
Verse: 2    
καὶ ἀπεκρίϑη τριστάτης, ἐϕ' ὃν βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ελισαιε καὶ εἶπεν ᾽Ιδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ελισαιε εἶπεν ᾽Ιδοὺ σὺ ὄψῃ τοῖς ὀϕϑαλμοῖς σου καὶ ἐκεῖϑεν οὐ ϕάγῃ.
Verse: 3    
καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν ϑύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καϑήμεϑα ὧδε, ἕως ἀποϑάνωμεν;
Verse: 4    
ἐὰν εἴπωμεν Εἰσέλϑωμεν εἰς τὴν πόλιν, καὶ λιμὸς ἐν τῇ πόλει καὶ ἀποϑανούμεϑα ἐκεῖ· καὶ ἐὰν καϑίσωμεν ὧδε, καὶ ἀποϑανούμεϑα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν Ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεϑα· καὶ ἐὰν ϑανατώσωσιν ἡμᾶς, καὶ ἀποϑανούμεϑα.
Verse: 5    
καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελϑεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλϑον εἰς μέρος τῆς παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.
Verse: 6    
καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας ϕωνὴν ἅρματος καὶ ϕωνὴν ἵππου καὶ ϕωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελϕὸν αὐτοῦ Νῦν ἐμισϑώσατο ἐϕ' ἡμᾶς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλϑεῖν ἐϕ' ἡμᾶς.
Verse: 7    
καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν καὶ ἔϕυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.
Verse: 8    
καὶ εἰσῆλϑον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλϑον εἰς σκηνὴν μίαν καὶ ἔϕαγον καὶ ἔπιον καὶ ἦραν ἐκεῖϑεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύϑησαν· καὶ ἐπέστρεψαν καὶ εἰσῆλϑον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖϑεν καὶ ἐπορεύϑησαν καὶ κατέκρυψαν.
Verse: 9    
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως ϕωτὸς τοῦ πρωὶ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλϑωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.
Verse: 10    
καὶ εἰσῆλϑον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες Εἰσήλϑομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ ϕωνὴ ἀνϑρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν.
Verse: 11    
καὶ ἐβόησαν οἱ ϑυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω.
Verse: 12    
καὶ ἀνέστη βασιλεὺς νυκτὸς καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ ᾽Αναγγελῶ δὴ ὑμῖν ἐποίησεν ἡμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλϑαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες ὅτι ᾽Εξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλλημψόμεϑα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεϑα.
Verse: 13    
καὶ ἀπεκρίϑη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπεν Λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείϕϑησαν ὧδε, ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆϑος Ισραηλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεϑα.
Verse: 14    
καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν βασιλεὺς Ισραηλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων Δεῦτε καὶ ἴδετε.
Verse: 15    
καὶ ἐπορεύϑησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ιορδάνου, καὶ ἰδοὺ πᾶσα ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψεν Συρία ἐν τῷ ϑαμβεῖσϑαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.
Verse: 16    
καὶ ἐξῆλϑεν λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριϑῶν σίκλου κατὰ τὸ ῥῆμα κυρίου.
Verse: 17    
καὶ βασιλεὺς κατέστησεν τὸν τριστάτην, ἐϕ' ὃν βασιλεὺς ἐπανεπαύετο ἐπὶ τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης, καὶ συνεπάτησεν αὐτὸν λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέϑανεν, καϑὰ ἐλάλησεν ἄνϑρωπος τοῦ ϑεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.
Verse: 18    
καὶ ἐγένετο καϑὰ ἐλάλησεν Ελισαιε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριϑῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ὥρα αὕτη αὔριον ἐν τῇ πύλῃ Σαμαρείας·
Verse: 19    
καὶ ἀπεκρίϑη τριστάτης τῷ Ελισαιε καὶ εἶπεν ᾽Ιδοὺ κύριος ποιεῖ καταρράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ελισαιε ᾽Ιδοὺ ὄψῃ τοῖς ὀϕϑαλμοῖς σου καὶ ἐκεῖϑεν οὐ ϕάγῃ.
Verse: 20    
καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέϑανεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.