TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 345
Previous part

Chapter: 8 
Verse: 1    Καὶ Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησεν τὸν υἱόν, λέγων ᾽Ανάστηϑι καὶ δεῦρο σὺ καὶ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλϑεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη.
Verse: 2    
καὶ ἀνέστη γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ελισαιε καὶ ἐπορεύϑη αὐτὴ καὶ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοϕύλων ἑπτὰ ἔτη.
Verse: 3    
καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν γυνὴ ἐκ γῆς ἀλλοϕύλων εἰς τὴν πόλιν καὶ ἦλϑεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς.
Verse: 4    
καὶ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα, ἐποίησεν Ελισαιε.
Verse: 5    
καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεϑνηκότα, καὶ ἰδοὺ γυνή, ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ελισαιε, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπεν Γιεζι Κύριε βασιλεῦ, αὕτη γυνή, καὶ οὗτος υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ελισαιε.
Verse: 6    
καὶ ἐπηρώτησεν βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ βασιλεὺς εὐνοῦχον ἕνα λέγων ᾽Επίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπεν τὴν γῆν, ἕως τοῦ νῦν.
Verse: 7    
Καὶ ἦλϑεν Ελισαιε εἰς Δαμασκόν, καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ῞Ηκει ἄνϑρωπος τοῦ ϑεοῦ ἕως ὧδε.
Verse: 8    
καὶ εἶπεν βασιλεὺς πρὸς Αζαηλ Λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ' αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;
Verse: 9    
καὶ ἐπορεύϑη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαϑὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλϑεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε ῾Ο υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;
Verse: 10    
καὶ εἶπεν Ελισαιε Δεῦρο εἰπὸν αὐτῷ Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι κύριος ὅτι ϑανάτῳ ἀποϑανῇ.
Verse: 11    
καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔϑηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ἄνϑρωπος τοῦ ϑεοῦ.
Verse: 12    
καὶ εἶπεν Αζαηλ Τί ὅτι κύριός μου κλαίει; καὶ εἶπεν ῞Οτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομϕαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις.
Verse: 13    
καὶ εἶπεν Αζαηλ Τίς ἐστιν δοῦλός σου, κύων τεϑνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ελισαιε ῎Εδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.
Verse: 14    
καὶ ἀπῆλϑεν ἀπὸ Ελισαιε καὶ εἰσῆλϑεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τί εἶπέν σοι Ελισαιε; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ.
Verse: 15    
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέϑανεν, καὶ ἐβασίλευσεν Αζαηλ ἀντ' αὐτοῦ.
Verse: 16    
᾽Εν ἔτει πέμπτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαϕατ βασιλεὺς Ιουδα.
Verse: 17    
υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
Verse: 18    
καὶ ἐπορεύϑη ἐν ὁδῷ βασιλέων Ισραηλ, καϑὼς ἐποίησεν οἶκος Αχααβ, ὅτι ϑυγάτηρ Αχααβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου.
Verse: 19    
καὶ οὐκ ἠϑέλησεν κύριος διαϕϑεῖραι τὸν Ιουδαν διὰ Δαυιδ τὸν δοῦλον αὐτοῦ, καϑὼς εἶπεν δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
Verse: 20    
ἐν ταῖς ἡμέραις αὐτοῦ ἠϑέτησεν Εδωμ ὑποκάτωϑεν χειρὸς Ιουδα καὶ ἐβασίλευσαν ἐϕ' ἑαυτοὺς βασιλέα.
Verse: 21    
καὶ ἀνέβη Ιωραμ εἰς Σιωρ καὶ πάντα τὰ ἅρματα μετ' αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξεν τὸν Εδωμ τὸν κυκλώσαντα ἐπ' αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔϕυγεν λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
Verse: 22    
καὶ ἠϑέτησεν Εδωμ ὑποκάτωϑεν χειρὸς Ιουδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠϑέτησεν Λοβενα ἐν τῷ καιρῷ ἐκείνῳ.
Verse: 23    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωραμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 24    
καὶ ἐκοιμήϑη Ιωραμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 25    
᾽Εν ἔτει δωδεκάτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ.
Verse: 26    
υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Οχοζιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοϑολια ϑυγάτηρ Αμβρι βασιλέως Ισραηλ.
Verse: 27    
καὶ ἐπορεύϑη ἐν ὁδῷ οἴκου Αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καϑὼς οἶκος Αχααβ.
Verse: 28    
καὶ ἐπορεύϑη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον μετὰ Αζαηλ βασιλέως ἀλλοϕύλων ἐν Ρεμμωϑ Γαλααδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ιωραμ.
Verse: 29    
καὶ ἐπέστρεψεν βασιλεὺς Ιωραμ τοῦ ἰατρευϑῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμωϑ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ κατέβη τοῦ ἰδεῖν τὸν Ιωραμ υἱὸν Αχααβ ἐν Ιεζραελ, ὅτι ἠρρώστει αὐτός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.