TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 346
Previous part

Chapter: 9 
Verse: 1    Καὶ Ελισαιε προϕήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προϕητῶν καὶ εἶπεν αὐτῷ Ζῶσαι τὴν ὀσϕύν σου καὶ λαβὲ τὸν ϕακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμωϑ Γαλααδ·
Verse: 2    
καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαϕατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελϕῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ·
Verse: 3    
καὶ λήμψῃ τὸν ϕακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ εἰπόν Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ ἀνοίξεις τὴν ϑύραν καὶ ϕεύξῃ καὶ οὐ μενεῖς.
Verse: 4    
καὶ ἐπορεύϑη τὸ παιδάριον προϕήτης εἰς Ρεμμωϑ Γαλααδ
Verse: 5    
καὶ εἰσῆλϑεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάϑηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ἄρχων.
Verse: 6    
καὶ ἀνέστη καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ϑεὸς Ισραηλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ,
Verse: 7    
καὶ ἐξολεϑρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προϕητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ
Verse: 8    
καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεϑρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ·
Verse: 9    
καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια·
Verse: 10    
καὶ τὴν Ιεζαβελ καταϕάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν ϑάπτων. καὶ ἤνοιξεν τὴν ϑύραν καὶ ἔϕυγεν.
Verse: 11    
καὶ Ιου ἐξῆλϑεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη; τί ὅτι εἰσῆλϑεν ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς ῾Υμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
Verse: 12    
καὶ εἶπον ῎Αδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ.
Verse: 13    
καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔϑηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαϑμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον ᾽Εβασίλευσεν Ιου.
Verse: 14    
καὶ συνεστράϕη Ιου υἱὸς Ιωσαϕατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ καὶ Ιωραμ αὐτὸς ἐϕύλασσεν ἐν Ρεμμωϑ Γαλααδ, αὐτὸς καὶ πᾶς Ισραηλ, ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας,
Verse: 15    
καὶ ἀπέστρεψεν Ιωραμ βασιλεὺς ἰατρευϑῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἶπεν Ιου Εἰ ἔστιν ψυχὴ ὑμῶν μετ' ἐμοῦ, μὴ ἐξελϑέτω ἐκ τῆς πόλεως διαπεϕευγὼς τοῦ πορευϑῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ.
Verse: 16    
καὶ ἵππευσεν καὶ ἐπορεύϑη Ιου καὶ κατέβη εἰς Ιεζραελ, ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐϑεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαϑ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδεῖν τὸν Ιωραμ.
Verse: 17    
καὶ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσϑαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσϑεν αὐτῶν, καὶ εἰπάτω Εἰ εἰρήνη;
Verse: 18    
καὶ ἐπορεύϑη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπίστρεϕε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν σκοπὸς λέγων ῏Ηλϑεν ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν.
Verse: 19    
καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλϑεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέϕου εἰς τὰ ὀπίσω μου.
Verse: 20    
καὶ ἀπήγγειλεν σκοπὸς λέγων ῏Ηλϑεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου, ὅτι ἐν παραλλαγῇ ἐγένετο.
Verse: 21    
καὶ εἶπεν Ιωραμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλϑεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλϑον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουϑαι τοῦ Ιεζραηλίτου.
Verse: 22    
καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου, καὶ εἶπεν Εἰ εἰρήνη, Ιου; καὶ εἶπεν Ιου Τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ ϕάρμακα αὐτῆς τὰ πολλά.
Verse: 23    
καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ ϕυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν Δόλος, Οχοζια.
Verse: 24    
καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλϑεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
Verse: 25    
καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ ῾Ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουϑαι τοῦ Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ, καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λῆμμα τοῦτο λέγων
Verse: 26    
Εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουϑαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχϑές, ϕησὶν κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, ϕησὶν κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου.
Verse: 27    
καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔϕυγεν ὁδὸν Βαιϑαγγαν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι, ἐστιν Ιεβλααμ, καὶ ἔϕυγεν εἰς Μαγεδδων καὶ ἀπέϑανεν ἐκεῖ.
Verse: 28    
καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ αὐτοῦ ἐν πόλει Δαυιδ.
Verse: 29    
καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν.
Verse: 30    
Καὶ ἦλϑεν Ιου εἰς Ιεζραελ· καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀϕϑαλμοὺς αὐτῆς καὶ ἠγάϑυνεν τὴν κεϕαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς ϑυρίδος.
Verse: 31    
καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Εἰ εἰρήνη, Ζαμβρι ϕονευτὴς τοῦ κυρίου αὐτοῦ;
Verse: 32    
καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ϑυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν Τίς εἶ σύ; κατάβηϑι μετ' ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι·
Verse: 33    
καὶ εἶπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσϑη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.
Verse: 34    
καὶ εἰσῆλϑεν Ιου καὶ ἔϕαγεν καὶ ἔπιεν καὶ εἶπεν ᾽Επισκέψασϑε δὴ τὴν κατηραμένην ταύτην καὶ ϑάψατε αὐτήν, ὅτι ϑυγάτηρ βασιλέως ἐστίν.
Verse: 35    
καὶ ἐπορεύϑησαν ϑάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.
Verse: 36    
καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων ᾽Εν τῇ μερίδι Ιεζραελ καταϕάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ,
Verse: 37    
καὶ ἔσται τὸ ϑνησιμαῖον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς Ιεζαβελ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.