TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 275
Previous part

Chapter: 15 
Verse: 1    Καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ᾽Εμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ νῦν ἄκουε τῆς ϕωνῆς κυρίου·
Verse: 2    
τάδε εἶπεν κύριος σαβαωϑ Νῦν ἐκδικήσω ἐποίησεν Αμαληκ τῷ Ισραηλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου·
Verse: 3    
καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεϑρεύσεις αὐτὸν καὶ ἀναϑεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ ϕείσῃ ἀπ' αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως ϑηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.
Verse: 4    
καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων.
Verse: 5    
καὶ ἦλϑεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.
Verse: 6    
καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον ῎Απελϑε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου, μὴ προσϑῶ σε μετ' αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν Κιναῖος ἐκ μέσου Αμαληκ.
Verse: 7    
καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου.
Verse: 8    
καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομϕαίας.
Verse: 9    
καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαϑὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαϑῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεϑρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέϑρευσαν.
Verse: 10    
Καὶ ἐγενήϑη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων
Verse: 11    
Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισϑέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠϑύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα.
Verse: 12    
καὶ ὤρϑρισεν Σαμουηλ καὶ ἐπορεύϑη εἰς ἀπάντησιν Ισραηλ πρωί. καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες ῞Ηκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα. καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ, καὶ ἰδοὺ αὐτὸς ἀνέϕερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Αμαληκ.
Verse: 13    
καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ, καὶ εἶπεν αὐτῷ Σαουλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησεν κύριος.
Verse: 14    
καὶ εἶπεν Σαμουηλ Καὶ τίς ϕωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ ϕωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;
Verse: 15    
καὶ εἶπεν Σαουλ ᾽Εξ Αμαληκ ἤνεγκα αὐτά, περιεποιήσατο λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυϑῇ τῷ κυρίῳ ϑεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλέϑρευσα.
Verse: 16    
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ ῎Ανες καὶ ἀπαγγελῶ σοι ἐλάλησεν κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον.
Verse: 17    
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου ϕυλῆς Ισραηλ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ.
Verse: 18    
καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύϑητι καὶ ἐξολέϑρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Αμαληκ, καὶ πολεμήσεις αὐτούς, ἕως συντελέσῃς αὐτούς.
Verse: 19    
καὶ ἵνα τί οὐκ ἤκουσας τῆς ϕωνῆς κυρίου, ἀλλ' ὥρμησας τοῦ ϑέσϑαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου;
Verse: 20    
καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς ϕωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύϑην ἐν τῇ ὁδῷ, ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέϑρευσα·
Verse: 21    
καὶ ἔλαβεν λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολεϑρεύματος, ϑῦσαι ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν ἐν Γαλγαλοις.
Verse: 22    
καὶ εἶπεν Σαμουηλ Εἰ ϑελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ ϑυσίαι ὡς τὸ ἀκοῦσαι ϕωνῆς κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ ϑυσίαν ἀγαϑὴ καὶ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·
Verse: 23    
ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους ϑεραϕιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ.
Verse: 24    
καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ ῾Ημάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐϕοβήϑην τὸν λαὸν καὶ ἤκουσα τῆς ϕωνῆς αὐτῶν·
Verse: 25    
καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ' ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ ϑεῷ σου.
Verse: 26    
καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐκ ἀναστρέϕω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ.
Verse: 27    
καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελϑεῖν. καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοίδος αὐτοῦ καὶ διέρρηξεν αὐτό·
Verse: 28    
καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ Διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαϑῷ ὑπὲρ σέ·
Verse: 29    
καὶ διαιρεϑήσεται Ισραηλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνϑρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός.
Verse: 30    
καὶ εἶπεν Σαουλ ῾Ημάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ' ἐμοῦ, καὶ προσκυνήσω τῷ κυρίῳ ϑεῷ σου.
Verse: 31    
καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ, καὶ προσεκύνησεν τῷ κυρίῳ.
Verse: 32    
καὶ εἶπεν Σαμουηλ Προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ. καὶ προσῆλϑεν πρὸς αὐτὸν Αγαγ τρέμων, καὶ εἶπεν Αγαγ Εἰ οὕτως πικρὸς ϑάνατος;
Verse: 33    
καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ Καϑότι ἠτέκνωσεν γυναῖκας ῥομϕαία σου, οὕτως ἀτεκνωϑήσεται ἐκ γυναικῶν μήτηρ σου. καὶ ἔσϕαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ.
Verse: 34    
καὶ ἀπῆλϑεν Σαμουηλ εἰς Αρμαϑαιμ, καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα.
Verse: 35    
καὶ οὐ προσέϑετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας ϑανάτου αὐτοῦ, ὅτι ἐπένϑει Σαμουηλ ἐπὶ Σαουλ· καὶ κύριος μετεμελήϑη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.