TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 262
Previous part

Chapter: 2 
Verse: 1    Καὶ εἶπεν ᾽Εστερεώϑη καρδία μου ἐν κυρίῳ, ὑψώϑη κέρας μου ἐν ϑεῷ μου· ἐπλατύνϑη ἐπὶ ἐχϑροὺς τὸ στόμα μου, εὐϕράνϑην ἐν σωτηρίᾳ σου.
Verse: 2    
ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος, καὶ οὐκ ἔστιν δίκαιος ὡς ϑεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.
Verse: 3    
μὴ καυχᾶσϑε καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελϑάτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι ϑεὸς γνώσεων κύριος καὶ ϑεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
Verse: 4    
τόξον δυνατῶν ἠσϑένησεν, καὶ ἀσϑενοῦντες περιεζώσαντο δύναμιν·
Verse: 5    
πλήρεις ἄρτων ἠλαττώϑησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ πολλὴ ἐν τέκνοις ἠσϑένησεν.
Verse: 6    
κύριος ϑανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει·
Verse: 7    
κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
Verse: 8    
ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καϑίσαι μετὰ δυναστῶν λαῶν καὶ ϑρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
Verse: 9    
διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ,
Verse: 10    
κύριος ἀσϑενῆ ποιήσει ἀντίδικον αὐτοῦ, κύριος ἅγιος. μὴ καυχάσϑω ϕρόνιμος ἐν τῇ ϕρονήσει αὐτοῦ, καὶ μὴ καυχάσϑω δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσϑω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσϑω καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
Verse: 11    
Καὶ κατέλιπον αὐτὸν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἀπῆλϑον εἰς Αρμαϑαιμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου ἐνώπιον Ηλι τοῦ ἱερέως.
Verse: 12    
Καὶ οἱ υἱοὶ Ηλι τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον.
Verse: 13    
καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ ϑύοντος· καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήϑη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,
Verse: 14    
καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν εἰς τὸ χαλκίον εἰς τὴν κύϑραν· πᾶν, ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοῖς ἐρχομένοις ϑῦσαι κυρίῳ ἐν Σηλωμ.
Verse: 15    
καὶ πρὶν ϑυμιαϑῆναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ ϑύοντι Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑϕϑὸν ἐκ τοῦ λέβητος.
Verse: 16    
καὶ ἔλεγεν ἀνὴρ ϑύων Θυμιαϑήτω πρῶτον, ὡς καϑήκει, τὸ στέαρ, καὶ λαβὲ σεαυτῷ ἐκ πάντων, ὧν ἐπιϑυμεῖ ψυχή σου. καὶ εἶπεν Οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήμψομαι κραταιῶς.
Verse: 17    
καὶ ἦν ἁμαρτία τῶν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σϕόδρα, ὅτι ἠϑέτουν τὴν ϑυσίαν κυρίου.
Verse: 18    
καὶ Σαμουηλ ἦν λειτουργῶν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εϕουδ βαρ,
Verse: 19    
καὶ διπλοίδα μικρὰν ἐποίησεν αὐτῷ μήτηρ αὐτοῦ καὶ ἀνέϕερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς ϑῦσαι τὴν ϑυσίαν τῶν ἡμερῶν.
Verse: 20    
καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναῖκα αὐτοῦ λέγων ᾽Αποτείσαι σοι κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ κυρίῳ. καὶ ἀπῆλϑεν ἄνϑρωπος εἰς τὸν τόπον αὐτοῦ,
Verse: 21    
καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο ϑυγατέρας. καὶ ἐμεγαλύνϑη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου.
Verse: 22    
Καὶ Ηλι πρεσβύτης σϕόδρα· καὶ ἤκουσεν ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ισραηλ,
Verse: 23    
καὶ εἶπεν αὐτοῖς ῞Ινα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου;
Verse: 24    
μή, τέκνα, ὅτι οὐκ ἀγαϑὴ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαϑαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν ϑεῷ.
Verse: 25    
ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον· καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς ϕωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο κύριος διαϕϑεῖραι αὐτούς.
Verse: 26    
καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαϑὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνϑρώπων.
Verse: 27    
καὶ ἦλϑεν ἄνϑρωπος ϑεοῦ πρὸς Ηλι καὶ εἶπεν Τάδε λέγει κύριος ᾽Αποκαλυϕϑεὶς ἀπεκαλύϕϑην πρὸς οἶκον πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραω
Verse: 28    
καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ ϑυσιαστήριόν μου καὶ ϑυμιᾶν ϑυμίαμα καὶ αἴρειν εϕουδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ισραηλ εἰς βρῶσιν·
Verse: 29    
καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ ϑυμίαμά μου καὶ εἰς τὴν ϑυσίαν μου ἀναιδεῖ ὀϕϑαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσϑαι ἀπαρχῆς πάσης ϑυσίας Ισραηλ ἔμπροσϑέν μου;
Verse: 30    
διὰ τοῦτο τάδε εἶπεν κύριος ϑεὸς Ισραηλ Εἶπα ῾Ο οἶκός σου καὶ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν ϕησιν κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ' τοὺς δοξάζοντάς με δοξάσω, καὶ ἐξουϑενῶν με ἀτιμωϑήσεται.
Verse: 31    
ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεϑρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,
Verse: 32    
καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας·
Verse: 33    
καὶ ἄνδρα οὐκ ἐξολεϑρεύσω σοι ἀπὸ τοῦ ϑυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομϕαίᾳ ἀνδρῶν.
Verse: 34    
καὶ τοῦτό σοι τὸ σημεῖον, ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οϕνι καὶ Φινεες· ἐν ἡμέρᾳ μιᾷ ἀποϑανοῦνται ἀμϕότεροι.
Verse: 35    
καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.
Verse: 36    
καὶ ἔσται περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου ϕαγεῖν ἄρτον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.