TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 281
Previous part

Chapter: 21 
Verse: 1    καὶ ἀνέστη Δαυιδ καὶ ἀπῆλϑεν, καὶ Ιωναϑαν εἰσῆλϑεν εἰς τὴν πόλιν.
Verse: 2    
Καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα. καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐϑεὶς μετὰ σοῦ;
Verse: 3    
καὶ εἶπεν Δαυιδ τῷ ἱερεῖ ῾Ο βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανι Αλεμωνι·
Verse: 4    
καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεϑέν.
Verse: 5    
καὶ ἀπεκρίϑη ἱερεὺς τῷ Δαυιδ καὶ εἶπεν Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ' ἄρτοι ἅγιοι εἰσίν· εἰ πεϕυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ ϕάγεται.
Verse: 6    
καὶ ἀπεκρίϑη Δαυιδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ ᾽Αλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεϑα ἐχϑὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελϑεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα, καὶ αὐτὴ ὁδὸς βέβηλος, διότι ἁγιασϑήσεται σήμερον διὰ τὰ σκεύη μου.
Verse: 7    
καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ἱερεὺς τοὺς ἄρτους τῆς προϑέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ' ἄρτοι τοῦ προσώπου οἱ ἀϕῃρημένοι ἐκ προσώπου κυρίου παρατεϑῆναι ἄρτον ϑερμὸν ἡμέρᾳ ἔλαβεν αὐτούς.
Verse: 8    
καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου, καὶ ὄνομα αὐτῷ Δωηκ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ.
Verse: 9    
καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ ᾽Ιδὲ εἰ ἔστιν ἐνταῦϑα ὑπὸ τὴν χεῖρά σου δόρυ ῥομϕαία, ὅτι τὴν ῥομϕαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληϕα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.
Verse: 10    
καὶ εἶπεν ἱερεύς ᾽Ιδοὺ ῥομϕαία Γολιαϑ τοῦ ἀλλοϕύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦϑα. καὶ εἶπεν Δαυιδ ᾽Ιδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.
Verse: 11    
καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔϕυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλϑεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεϑ.
Verse: 12    
καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυιδ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι ᾽Επάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;
Verse: 13    
καὶ ἔϑετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐϕοβήϑη σϕόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεϑ.
Verse: 14    
καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς ϑύραις τῆς πόλεως καὶ παρεϕέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς ϑύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.
Verse: 15    
καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ ᾽Ιδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με;
Verse: 16    
ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσϑαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.