TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 283
Previous part

Chapter: 23 
Verse: 1    Καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες ᾽Ιδοὺ οἱ ἀλλόϕυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλα, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω.
Verse: 2    
καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευϑῶ καὶ πατάξω τοὺς ἀλλοϕύλους τούτους; καὶ εἶπεν κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοϕύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλα.
Verse: 3    
καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν ᾽Ιδοὺ ἡμεῖς ἐνταῦϑα ἐν τῇ Ιουδαίᾳ ϕοβούμεϑα, καὶ πῶς ἔσται ἐὰν πορευϑῶμεν εἰς Κεϊλα; εἰς τὰ σκῦλα τῶν ἀλλοϕύλων εἰσπορευσόμεϑα.
Verse: 4    
καὶ προσέϑετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίϑη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν ᾽Ανάστηϑι καὶ κατάβηϑι εἰς Κεϊλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοϕύλους εἰς χεῖράς σου.
Verse: 5    
καὶ ἐπορεύϑη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ εἰς Κεϊλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοϕύλοις, καὶ ἔϕυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κεϊλα.
Verse: 6    
Καὶ ἐγένετο ἐν τῷ ϕυγεῖν Αβιαϑαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εϕουδ ἐν τῇ χειρὶ αὐτοῦ.
Verse: 7    
καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα, καὶ εἶπεν Σαουλ Πέπρακεν αὐτὸν ϑεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελϑὼν εἰς πόλιν ϑυρῶν καὶ μοχλῶν.
Verse: 8    
καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ.
Verse: 9    
καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυιδ πρὸς Αβιαϑαρ τὸν ἱερέα Προσάγαγε τὸ εϕουδ κυρίου.
Verse: 10    
καὶ εἶπεν Δαυιδ Κύριε ϑεὸς Ισραηλ, ἀκούων ἀκήκοεν δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλϑεῖν ἐπὶ Κεϊλα διαϕϑεῖραι τὴν πόλιν δι' ἐμέ.
Verse: 11    
εἰ ἀποκλεισϑήσεται; καὶ νῦν εἰ καταβήσεται Σαουλ, καϑὼς ἤκουσεν δοῦλός σου; κύριε ϑεὸς Ισραηλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν κύριος ᾽Αποκλεισϑήσεται.
Verse: 13    
καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλϑον ἐκ Κεϊλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύϑησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κεϊλα, καὶ ἀνῆκεν τοῦ ἐξελϑεῖν.
Verse: 14    
Καὶ ἐκάϑισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάϑητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιϕ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.
Verse: 15    
καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιϕ.
Verse: 16    
καὶ ἀνέστη Ιωναϑαν υἱὸς Σαουλ καὶ ἐπορεύϑη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ.
Verse: 17    
καὶ εἶπεν πρὸς αὐτόν Μὴ ϕοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ πατήρ μου οἶδεν οὕτως.
Verse: 18    
καὶ διέϑεντο ἀμϕότεροι διαϑήκην ἐνώπιον κυρίου. καὶ ἐκάϑητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναϑαν ἀπῆλϑεν εἰς οἶκον αὐτοῦ.
Verse: 19    
Καὶ ἀνέβησαν οἱ Ζιϕαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν;
Verse: 20    
καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.
Verse: 21    
καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·
Verse: 22    
πορεύϑητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται·
Verse: 23    
καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεϑα μεϑ' ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα.
Verse: 24    
καὶ ἀνέστησαν οἱ Ζιϕαῖοι καὶ ἐπορεύϑησαν ἔμπροσϑεν Σαουλ· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καϑ' ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν.
Verse: 25    
καὶ ἐπορεύϑη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυιδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν· καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν.
Verse: 26    
καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσϑαι ἀπὸ προσώπου Σαουλ, καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.
Verse: 27    
καὶ ἄγγελος πρὸς Σαουλ ἦλϑεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέϑεντο οἱ ἀλλόϕυλοι ἐπὶ τὴν γῆν.
Verse: 28    
καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύϑη εἰς συνάντησιν τῶν ἀλλοϕύλων· διὰ τοῦτο ἐπεκλήϑη τόπος ἐκεῖνος Πέτρα μερισϑεῖσα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.