TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 284
Previous part

Chapter: 24 
Verse: 1    Καὶ ἀνέβη Δαυιδ ἐκεῖϑεν καὶ ἐκάϑισεν ἐν τοῖς στενοῖς Εγγαδδι.
Verse: 2    
καὶ ἐγενήϑη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισϑεν τῶν ἀλλοϕύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυιδ ἐν τῇ ἐρήμῳ Εγγαδδι.
Verse: 3    
καὶ ἔλαβεν μεϑ' ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύϑη ζητεῖν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ.
Verse: 4    
καὶ ἦλϑεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαουλ εἰσῆλϑεν παρασκευάσασϑαι· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάϑηντο.
Verse: 5    
καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν ᾽Ιδοὺ ἡμέρα αὕτη, ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχϑρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου. καὶ ἀνέστη Δαυιδ καὶ ἀϕεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαουλ λαϑραίως.
Verse: 6    
καὶ ἐγενήϑη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν, ὅτι ἀϕεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ,
Verse: 7    
καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ' αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος·
Verse: 8    
καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας ϑανατῶσαι τὸν Σαουλ. καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν.
Verse: 9    
καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
Verse: 10    
καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ ῞Ινα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων ᾽Ιδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου;
Verse: 11    
ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀϕϑαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήϑην ἀποκτεῖναί σε καὶ ἐϕεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν.
Verse: 12    
καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀϕῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶϑι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀϑέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.
Verse: 13    
δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ· καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σοί,
Verse: 14    
καϑὼς λέγεται παραβολὴ ἀρχαία ᾽Εξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.
Verse: 15    
καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεϑνηκότος καὶ ὀπίσω ψύλλου ἑνός.
Verse: 16    
γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.
Verse: 17    
καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ, καὶ εἶπεν Σαουλ ῏Η ϕωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ ἦρεν τὴν ϕωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν.
Verse: 18    
καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαϑά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.
Verse: 19    
καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἐποίησάς μοι ἀγαϑά, ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με·
Verse: 20    
καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχϑρὸν αὐτοῦ ἐν ϑλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαϑῇ, καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαϑά, καϑὼς πεποίηκας σήμερον.
Verse: 21    
καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ.
Verse: 22    
καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεϑρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀϕανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Verse: 23    
καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ. καὶ ἀπῆλϑεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.