TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 285
Previous part

Chapter: 25 
Verse: 1    Καὶ ἀπέϑανεν Σαμουηλ, καὶ συναϑροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ ϑάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαϑαιμ. καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν.
Verse: 2    
καὶ ἦν ἄνϑρωπος ἐν τῇ Μααν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ἄνϑρωπος μέγας σϕόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήϑη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.
Verse: 3    
καὶ ὄνομα τῷ ἀνϑρώπῳ Ναβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια· καὶ γυνὴ αὐτοῦ ἀγαϑὴ συνέσει καὶ καλὴ τῷ εἴδει σϕόδρα, καὶ ἄνϑρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ἄνϑρωπος κυνικός.
Verse: 4    
καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ,
Verse: 5    
καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις ᾽Ανάβητε εἰς Κάρμηλον καὶ ἀπέλϑατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην
Verse: 6    
καὶ ἐρεῖτε τάδε Εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.
Verse: 7    
καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι· νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεϑ' ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεϑα αὐτοῖς οὐϑὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ·
Verse: 8    
ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀϕϑαλμοῖς σου, ὅτι ἐϕ' ἡμέραν ἀγαϑὴν ἥκομεν· δὸς δὴ ἐὰν εὕρῃ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ.
Verse: 9    
καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυιδ. καὶ ἀνεπήδησεν
Verse: 10    
καὶ ἀπεκρίϑη Ναβαλ τοῖς παισὶν Δαυιδ καὶ εἶπεν Τίς Δαυιδ καὶ τίς υἱὸς Ιεσσαι; σήμερον πεπληϑυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.
Verse: 11    
καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ ϑύματά μου, τέϑυκα τοῖς κείρουσίν μου, τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόϑεν εἰσίν;
Verse: 12    
καὶ ἀπεστράϕησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλϑον καὶ ἀνήγγειλαν τῷ Δαυιδ κατὰ τὰ ῥήματα ταῦτα.
Verse: 13    
καὶ εἶπεν Δαυιδ τοῖς ἀνδράσιν αὐτοῦ Ζώσασϑε ἕκαστος τὴν ῥομϕαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάϑισαν μετὰ τῶν σκευῶν.
Verse: 14    
καὶ τῇ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων ᾽Ιδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ' αὐτῶν.
Verse: 15    
καὶ οἱ ἄνδρες ἀγαϑοὶ ἡμῖν σϕόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ' αὐτοῖς· καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ
Verse: 16    
ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεϑα παρ' αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.
Verse: 17    
καὶ νῦν γνῶϑι καὶ ἰδὲ τί σὺ ποιήσεις, ὅτι συντετέλεσται κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν.
Verse: 18    
καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιϕι ἀλϕίτου καὶ γομορ ἓν σταϕίδος καὶ διακοσίας παλάϑας καὶ ἔϑετο ἐπὶ τοὺς ὄνους
Verse: 19    
καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς Προπορεύεσϑε ἔμπροσϑέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν.
Verse: 20    
καὶ ἐγενήϑη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς.
Verse: 21    
καὶ Δαυιδ εἶπεν ῎Ισως εἰς ἄδικον πεϕύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεϑα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐϑέν, καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαϑῶν·
Verse: 22    
τάδε ποιήσαι ϑεὸς τῷ Δαυιδ καὶ τάδε προσϑείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβαλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον.
Verse: 23    
καὶ εἶδεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν
Verse: 24    
ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν ᾽Εν ἐμοί, κύριέ μου, ἀδικία· λαλησάτω δὴ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον.
Verse: 25    
μὴ δὴ ϑέσϑω κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνϑρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὕτως ἐστίν· Ναβαλ ὄνομα αὐτῷ, καὶ ἀϕροσύνη μετ' αὐτοῦ· καὶ ἐγὼ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου, ἀπέστειλας.
Verse: 26    
καὶ νῦν, κύριε, ζῇ κύριος καὶ ζῇ ψυχή σου, καϑὼς ἐκώλυσέν σε κύριος τοῦ μὴ ἐλϑεῖν εἰς αἷμα ἀϑῷον καὶ σῴζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Ναβαλ οἱ ἐχϑροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.
Verse: 27    
καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου.
Verse: 28    
ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου κύριός μου πολεμεῖ, καὶ κακία οὐχ εὑρεϑήσεται ἐν σοὶ πώποτε.
Verse: 29    
καὶ ἀναστήσεται ἄνϑρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ κυρίῳ τῷ ϑεῷ, καὶ ψυχὴν ἐχϑρῶν σου σϕενδονήσεις ἐν μέσῳ τῆς σϕενδόνης.
Verse: 30    
καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαϑὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ,
Verse: 31    
καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀϑῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ. καὶ ἀγαϑώσει κύριος τῷ κυρίῳ μου, καὶ μνησϑήσῃ τῆς δούλης σου ἀγαϑῶσαι αὐτῇ.
Verse: 32    
καὶ εἶπεν Δαυιδ τῇ Αβιγαια Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ, ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μου,
Verse: 33    
καὶ εὐλογητὸς τρόπος σου, καὶ εὐλογημένη σὺ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλϑεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί.
Verse: 34    
πλὴν ὅτι ζῇ κύριος ϑεὸς Ισραηλ, ὃς ἀπεκώλυσέν με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειϕϑήσεται τῷ Ναβαλ ἕως ϕωτὸς τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον.
Verse: 35    
καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτῆς πάντα, ἔϕερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ ᾽Ανάβηϑι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε ἤκουσα τῆς ϕωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου.
Verse: 36    
καὶ παρεγενήϑη Αβιγαια πρὸς Ναβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ καρδία Ναβαλ ἀγαϑὴ ἐπ' αὐτόν, καὶ αὐτὸς μεϑύων ἕως σϕόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν μέγα ἕως ϕωτὸς τοῦ πρωί.
Verse: 37    
καὶ ἐγένετο πρωί, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβαλ, ἀπήγγειλεν αὐτῷ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέϑανεν καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίϑος.
Verse: 38    
καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβαλ, καὶ ἀπέϑανεν.
Verse: 39    
καὶ ἤκουσεν Δαυιδ καὶ εἶπεν Εὐλογητὸς κύριος, ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεϕαλὴν αὐτοῦ. καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.
Verse: 40    
καὶ ἦλϑον οἱ παῖδες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.
Verse: 41    
καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ᾽Ιδοὺ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.
Verse: 42    
καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούϑουν αὐτῇ, καὶ ἐπορεύϑη ὀπίσω τῶν παίδων Δαυιδ καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.
Verse: 43    
καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ, καὶ ἀμϕότεραι ἦσαν αὐτῷ γυναῖκες.
Verse: 44    
καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν ϑυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυιδ τῷ Φαλτι υἱῷ Λαις τῷ ἐκ Ρομμα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.