TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 263
Previous part

Chapter: 3 
Verse: 1    Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.
Verse: 2    
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάϑευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσϑαι, καὶ οὐκ ἠδύνατο βλέπειν,
Verse: 3    
καὶ λύχνος τοῦ ϑεοῦ πρὶν ἐπισκευασϑῆναι, καὶ Σαμουηλ ἐκάϑευδεν ἐν τῷ ναῷ, οὗ κιβωτὸς τοῦ ϑεοῦ,
Verse: 4    
καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ.
Verse: 5    
καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεϕε κάϑευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάϑευδεν.
Verse: 6    
καὶ προσέϑετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ· καὶ ἐπορεύϑη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεϕε κάϑευδε·
Verse: 7    
καὶ Σαμουηλ πρὶν γνῶναι ϑεὸν καὶ ἀποκαλυϕϑῆναι αὐτῷ ῥῆμα κυρίου.
Verse: 8    
καὶ προσέϑετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύϑη πρὸς Ηλι καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοϕίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον,
Verse: 9    
καὶ εἶπεν ᾽Ανάστρεϕε κάϑευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, κύριε, ὅτι ἀκούει δοῦλός σου. καὶ ἐπορεύϑη Σαμουηλ καὶ ἐκοιμήϑη ἐν τῷ τόπῳ αὐτοῦ.
Verse: 10    
καὶ ἦλϑεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπεν Σαμουηλ Λάλει, ὅτι ἀκούει δοῦλός σου.
Verse: 11    
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ᾽Ιδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμϕότερα τὰ ὦτα αὐτοῦ.
Verse: 12    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ηλι πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.
Verse: 13    
καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες ϑεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουϑέτει αὐτοὺς καὶ οὐδ' οὕτως.
Verse: 14    
ὤμοσα τῷ οἴκῳ Ηλι Εἰ ἐξιλασϑήσεται ἀδικία οἴκου Ηλι ἐν ϑυμιάματι καὶ ἐν ϑυσίαις ἕως αἰῶνος.
Verse: 15    
καὶ κοιμᾶται Σαμουηλ ἕως πρωὶ καὶ ὤρϑρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς ϑύρας οἴκου κυρίου· καὶ Σαμουηλ ἐϕοβήϑη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι.
Verse: 16    
καὶ εἶπεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον· καὶ εἶπεν ᾽Ιδοὺ ἐγώ.
Verse: 17    
καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληϑὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ· τάδε ποιήσαι σοι ϑεὸς καὶ τάδε προσϑείη, ἐὰν κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληϑέντων σοι ἐν τοῖς ὠσίν σου.
Verse: 18    
καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ' αὐτοῦ, καὶ εἶπεν Ηλι Κύριος αὐτός· τὸ ἀγαϑὸν ἐνώπιον αὐτοῦ ποιήσει.
Verse: 19    
Καὶ ἐμεγαλύνϑη Σαμουηλ, καὶ ἦν κύριος μετ' αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.
Verse: 20    
καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προϕήτην τῷ κυρίῳ.
Verse: 21    
καὶ προσέϑετο κύριος δηλωϑῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύϕϑη κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύϑη Σαμουηλ προϕήτης γενέσϑαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ' ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σϕόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.