TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 264
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐγενήϑη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναϑροίζονται ἀλλόϕυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλϑεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόϕυλοι παρεμβάλλουσιν ἐν Αϕεκ.
Verse: 2    
καὶ παρατάσσονται οἱ ἀλλόϕυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοϕύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.
Verse: 3    
καὶ ἦλϑεν λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοϕύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ ϑεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελϑέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχϑρῶν ἡμῶν.
Verse: 4    
καὶ ἀπέστειλεν λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖϑεν τὴν κιβωτὸν κυρίου καϑημένου χερουβιμ· καὶ ἀμϕότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οϕνι καὶ Φινεες.
Verse: 5    
καὶ ἐγενήϑη ὡς ἦλϑεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ ϕωνῇ μεγάλῃ, καὶ ἤχησεν γῆ.
Verse: 6    
καὶ ἤκουσαν οἱ ἀλλόϕυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόϕυλοι Τίς κραυγὴ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν.
Verse: 7    
καὶ ἐϕοβήϑησαν οἱ ἀλλόϕυλοι καὶ εἶπον Οὗτοι οἱ ϑεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχϑὲς καὶ τρίτην.
Verse: 8    
οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν ϑεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ ϑεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.
Verse: 9    
κραταιοῦσϑε καὶ γίνεσϑε εἰς ἄνδρας, ἀλλόϕυλοι, μήποτε δουλεύσητε τοῖς Εβραίοις, καϑὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσϑε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.
Verse: 10    
καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ισραηλ, καὶ ἔϕυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σϕόδρα, καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων.
Verse: 11    
καὶ κιβωτὸς ϑεοῦ ἐλήμϕϑη, καὶ ἀμϕότεροι υἱοὶ Ηλι ἀπέϑανον, Οϕνι καὶ Φινεες.
Verse: 12    
Καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλϑεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα, καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ.
Verse: 13    
καὶ ἦλϑεν, καὶ ἰδοὺ Ηλι ἐκάϑητο ἐπὶ τοῦ δίϕρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ ϑεοῦ· καὶ ἄνϑρωπος εἰσῆλϑεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν πόλις.
Verse: 14    
καὶ ἤκουσεν Ηλι τὴν ϕωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς βοὴ τῆς ϕωνῆς ταύτης; καὶ ἄνϑρωπος σπεύσας εἰσῆλϑεν καὶ ἀπήγγειλεν τῷ Ηλι.
Verse: 15    
καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ϕωνὴ τοῦ ἤχους τούτου;
Verse: 16    
καὶ ἀνὴρ σπεύσας προσῆλϑεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ ᾽Εγώ εἰμι ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέϕευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον;
Verse: 17    
καὶ ἀπεκρίϑη τὸ παιδάριον καὶ εἶπεν Πέϕευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοϕύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμϕότεροι οἱ υἱοί σου τεϑνήκασιν, καὶ κιβωτὸς τοῦ ϑεοῦ ἐλήμϕϑη.
Verse: 18    
καὶ ἐγένετο ὡς ἐμνήσϑη τῆς κιβωτοῦ τοῦ ϑεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίϕρου ὀπισϑίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη νῶτος αὐτοῦ καὶ ἀπέϑανεν, ὅτι πρεσβύτης ἄνϑρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.
Verse: 19    
Καὶ νύμϕη αὐτοῦ γυνὴ Φινεες συνειληϕυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμϕϑη κιβωτὸς τοῦ ϑεοῦ καὶ ὅτι τέϑνηκεν πενϑερὸς αὐτῆς καὶ ἀνὴρ αὐτῆς, καὶ ὤκλασεν καὶ ἔτεκεν, ὅτι ἐπεστράϕησαν ἐπ' αὐτὴν ὠδῖνες αὐτῆς.
Verse: 20    
καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποϑνῄσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ ϕοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίϑη, καὶ οὐκ ἐνόησεν καρδία αὐτῆς.
Verse: 21    
καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωϑ ὑπὲρ τῆς κιβωτοῦ τοῦ ϑεοῦ καὶ ὑπὲρ τοῦ πενϑεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.
Verse: 22    
καὶ εἶπαν ᾽Απῴκισται δόξα Ισραηλ ἐν τῷ λημϕϑῆναι τὴν κιβωτὸν κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.