TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 265
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἀλλόϕυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ ϑεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς ῎Αζωτον.
Verse: 2    
καὶ ἔλαβον ἀλλόϕυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων.
Verse: 3    
καὶ ὤρϑρισαν οἱ ᾽Αζώτιοι καὶ εἰσῆλϑον εἰς οἶκον Δαγων καὶ εἶδον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ ϑεοῦ· καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνϑη χεὶρ κυρίου ἐπὶ τοὺς ᾽Αζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν ῎Αζωτον καὶ τὰ ὅρια αὐτῆς.
Verse: 4    
καὶ ἐγένετο ὅτε ὤρϑρισαν τὸ πρωί, καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαϑήκης κυρίου, καὶ κεϕαλὴ Δαγων καὶ ἀμϕότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀϕῃρημένα ἐπὶ τὰ ἐμπρόσϑια αμαϕεϑ ἕκαστον, καὶ ἀμϕότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόϑυρον, πλὴν ῥάχις Δαγων ὑπελείϕϑη.
Verse: 5    
διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγων καὶ πᾶς εἰσπορευόμενος εἰς οἶκον Δαγων ἐπὶ βαϑμὸν οἴκου Δαγων ἐν ᾽Αζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν.
Verse: 6    
καὶ ἐβαρύνϑη χεὶρ κυρίου ἐπὶ ῎Αζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεϕύησαν μύες, καὶ ἐγένετο σύγχυσις ϑανάτου μεγάλη ἐν τῇ πόλει.
Verse: 7    
καὶ εἶδον οἱ ἄνδρες ᾽Αζώτου ὅτι οὕτως, καὶ λέγουσιν ὅτι Οὐ καϑήσεται κιβωτὸς τοῦ ϑεοῦ Ισραηλ μεϑ' ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐϕ' ἡμᾶς καὶ ἐπὶ Δαγων ϑεὸν ἡμῶν.
Verse: 8    
καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοϕύλων πρὸς αὐτοὺς καὶ λέγουσιν Τί ποιήσωμεν κιβωτῷ ϑεοῦ Ισραηλ; καὶ λέγουσιν οἱ Γεϑϑαῖοι Μετελϑέτω κιβωτὸς τοῦ ϑεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλϑεν κιβωτὸς τοῦ ϑεοῦ εἰς Γεϑϑα.
Verse: 9    
καὶ ἐγενήϑη μετὰ τὸ μετελϑεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει, τάραχος μέγας σϕόδρα, καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεϑϑαῖοι ἕδρας.
Verse: 10    
καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ ϑεοῦ εἰς ᾽Ασκαλῶνα, καὶ ἐγενήϑη ὡς εἰσῆλϑεν κιβωτὸς ϑεοῦ εἰς ᾽Ασκαλῶνα, καὶ ἐβόησαν οἱ ᾽Ασκαλωνῖται λέγοντες Τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ ϑεοῦ Ισραηλ ϑανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;
Verse: 11    
καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοϕύλων καὶ εἶπον ᾽Εξαποστείλατε τὴν κιβωτὸν τοῦ ϑεοῦ Ισραηλ, καὶ καϑισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ ϑανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· ὅτι ἐγενήϑη σύγχυσις ϑανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σϕόδρα, ὡς εἰσῆλϑεν κιβωτὸς ϑεοῦ Ισραηλ ἐκεῖ,
Verse: 12    
καὶ οἱ ζῶντες καὶ οὐκ ἀποϑανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.