TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 266
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοϕύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν γῆ αὐτῶν μύας.
Verse: 2    
καὶ καλοῦσιν ἀλλόϕυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες Τί ποιήσωμεν τῇ κιβωτῷ κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς.
Verse: 3    
καὶ εἶπαν Εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαϑήκης κυρίου ϑεοῦ Ισραηλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαϑήσεσϑε, καὶ ἐξιλασϑήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ χεὶρ αὐτοῦ ἀϕ' ὑμῶν.
Verse: 4    
καὶ λέγουσιν Τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν Κατ' ἀριϑμὸν τῶν σατραπῶν τῶν ἀλλοϕύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἓν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ,
Verse: 5    
καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαϕϑειρόντων τὴν γῆν· καὶ δώσετε τῷ κυρίῳ δόξαν, ὅπως κουϕίσῃ τὴν χεῖρα αὐτοῦ ἀϕ' ὑμῶν καὶ ἀπὸ τῶν ϑεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.
Verse: 6    
καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλϑον;
Verse: 7    
καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισϑεν αὐτῶν εἰς οἶκον·
Verse: 8    
καὶ λήμψεσϑε τὴν κιβωτὸν καὶ ϑήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ ϑήσετε ἐν ϑέματι βερσεχϑαν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται·
Verse: 9    
καὶ ὄψεσϑε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιϑσαμυς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην, καὶ ἐὰν μή, καὶ γνωσόμεϑα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν.
Verse: 10    
καὶ ἐποίησαν οἱ ἀλλόϕυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον
Verse: 11    
καὶ ἔϑεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ ϑέμα εργαβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς.
Verse: 12    
καὶ κατεύϑυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιϑσαμυς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεϑίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοϕύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιϑσαμυς.
Verse: 13    
καὶ οἱ ἐν Βαιϑσαμυς ἐϑέριζον ϑερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ἦραν ὀϕϑαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐϕράνϑησαν εἰς ἀπάντησιν αὐτῆς.
Verse: 14    
καὶ ἅμαξα εἰσῆλϑεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιϑσαμυς, καὶ ἔστησαν ἐκεῖ παρ' αὐτῇ λίϑον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ κυρίῳ.
Verse: 15    
καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ κυρίου καὶ τὸ ϑέμα εργαβ μετ' αὐτῆς καὶ τὰ ἐπ' αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔϑεντο ἐπὶ τοῦ λίϑου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιϑσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ ϑυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ κυρίῳ.
Verse: 16    
καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοϕύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς ᾽Ασκαλῶνα τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 17    
καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόϕυλοι τῆς βασάνου τῷ κυρίῳ· τῆς ᾽Αζώτου μίαν, τῆς Γάζης μίαν, τῆς ᾽Ασκαλῶνος μίαν, τῆς Γεϑ μίαν, τῆς Ακκαρων μίαν.
Verse: 18    
καὶ μῦς οἱ χρυσοῖ κατ' ἀριϑμὸν πασῶν πόλεων τῶν ἀλλοϕύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίϑου τοῦ μεγάλου, οὗ ἐπέϑηκαν ἐπ' αὐτοῦ τὴν κιβωτὸν διαϑήκης κυρίου, τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιϑσαμυσίτου.
Verse: 19    
Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιϑσαμυς, ὅτι εἶδαν κιβωτὸν κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν. καὶ ἐπένϑησεν λαός, ὅτι ἐπάταξεν κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σϕόδρα.
Verse: 20    
καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιϑσαμυς Τίς δυνήσεται διελϑεῖν ἐνώπιον κυρίου τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀϕ' ἡμῶν;
Verse: 21    
καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαϑιαριμ λέγοντες ᾽Απεστρόϕασιν ἀλλόϕυλοι τὴν κιβωτὸν κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.