TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 268
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ, καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ.
Verse: 2    
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ιωηλ, καὶ ὄνομα τοῦ δευτέρου Αβια, δικασταὶ ἐν Βηρσαβεε.
Verse: 3    
καὶ οὐκ ἐπορεύϑησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα.
Verse: 4    
καὶ συναϑροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαϑαιμ πρὸς Σαμουηλ
Verse: 5    
καὶ εἶπαν αὐτῷ ᾽Ιδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐϕ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καϑὰ καὶ τὰ λοιπὰ ἔϑνη.
Verse: 6    
καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐν ὀϕϑαλμοῖς Σαμουηλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον.
Verse: 7    
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ῎Ακουε τῆς ϕωνῆς τοῦ λαοῦ καϑὰ ἂν λαλήσωσίν σοι· ὅτι οὐ σὲ ἐξουϑενήκασιν, ἀλλ' ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν.
Verse: 8    
κατὰ πάντα τὰ ποιήματα, ἐποίησάν μοι ἀϕ' ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον ϑεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί.
Verse: 9    
καὶ νῦν ἄκουε τῆς ϕωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ' αὐτούς.
Verse: 10    
καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ' αὐτοῦ βασιλέα
Verse: 11    
καὶ εἶπεν Τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐϕ' ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήμψεται καὶ ϑήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ
Verse: 12    
καὶ ϑέσϑαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ ϑερίζειν ϑερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ·
Verse: 13    
καὶ τὰς ϑυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας·
Verse: 14    
καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαϑοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ·
Verse: 15    
καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ·
Verse: 16    
καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαϑὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ
Verse: 17    
καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσϑε αὐτῷ δοῦλοι.
Verse: 18    
καὶ βοήσεσϑε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν, οὗ ἐξελέξασϑε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασϑε ἑαυτοῖς βασιλέα.
Verse: 19    
καὶ οὐκ ἠβούλετο λαὸς ἀκοῦσαι τοῦ Σαμουηλ καὶ εἶπαν αὐτῷ Οὐχί, ἀλλ' βασιλεὺς ἔσται ἐϕ' ἡμᾶς,
Verse: 20    
καὶ ἐσόμεϑα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔϑνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσϑεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν.
Verse: 21    
καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα κυρίου.
Verse: 22    
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ῎Ακουε τῆς ϕωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ᾽Αποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.