TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 268
Chapter: 8
Verse: 1
Καὶ
ἐγένετο
ὡς
ἐγήρασεν
Σαμουηλ
,
καὶ
κατέστησεν
τοὺς
υἱοὺς
αὐτοῦ
δικαστὰς
τῷ
Ισραηλ
.
Verse: 2
καὶ
ταῦτα
τὰ
ὀνόματα
τῶν
υἱῶν
αὐτοῦ
·
πρωτότοκος
Ιωηλ
,
καὶ
ὄνομα
τοῦ
δευτέρου
Αβια
,
δικασταὶ
ἐν
Βηρσαβεε
.
Verse: 3
καὶ
οὐκ
ἐπορεύϑησαν
οἱ
υἱοὶ
αὐτοῦ
ἐν
ὁδῷ
αὐτοῦ
καὶ
ἐξέκλιναν
ὀπίσω
τῆς
συντελείας
καὶ
ἐλάμβανον
δῶρα
καὶ
ἐξέκλινον
δικαιώματα
.
Verse: 4
καὶ
συναϑροίζονται
ἄνδρες
Ισραηλ
καὶ
παραγίνονται
εἰς
Αρμαϑαιμ
πρὸς
Σαμουηλ
Verse: 5
καὶ
εἶπαν
αὐτῷ
᾽Ιδοὺ
σὺ
γεγήρακας
,
καὶ
οἱ
υἱοί
σου
οὐ
πορεύονται
ἐν
τῇ
ὁδῷ
σου
·
καὶ
νῦν
κατάστησον
ἐϕ
'
ἡμᾶς
βασιλέα
δικάζειν
ἡμᾶς
καϑὰ
καὶ
τὰ
λοιπὰ
ἔϑνη
.
Verse: 6
καὶ
ἦν
πονηρὸν
τὸ
ῥῆμα
ἐν
ὀϕϑαλμοῖς
Σαμουηλ
,
ὡς
εἶπαν
Δὸς
ἡμῖν
βασιλέα
δικάζειν
ἡμᾶς
·
καὶ
προσηύξατο
Σαμουηλ
πρὸς
κύριον
.
Verse: 7
καὶ
εἶπεν
κύριος
πρὸς
Σαμουηλ
῎Ακουε
τῆς
ϕωνῆς
τοῦ
λαοῦ
καϑὰ
ἂν
λαλήσωσίν
σοι
·
ὅτι
οὐ
σὲ
ἐξουϑενήκασιν
,
ἀλλ
'
ἢ
ἐμὲ
ἐξουδενώκασιν
τοῦ
μὴ
βασιλεύειν
ἐπ
'
αὐτῶν
.
Verse: 8
κατὰ
πάντα
τὰ
ποιήματα
,
ἃ
ἐποίησάν
μοι
ἀϕ
'
ἧς
ἡμέρας
ἀνήγαγον
αὐτοὺς
ἐξ
Αἰγύπτου
ἕως
τῆς
ἡμέρας
ταύτης
καὶ
ἐγκατέλιπόν
με
καὶ
ἐδούλευον
ϑεοῖς
ἑτέροις
,
οὕτως
αὐτοὶ
ποιοῦσιν
καὶ
σοί
.
Verse: 9
καὶ
νῦν
ἄκουε
τῆς
ϕωνῆς
αὐτῶν
·
πλὴν
ὅτι
διαμαρτυρόμενος
διαμαρτύρῃ
αὐτοῖς
καὶ
ἀπαγγελεῖς
αὐτοῖς
τὸ
δικαίωμα
τοῦ
βασιλέως
,
ὃς
βασιλεύσει
ἐπ
'
αὐτούς
.
Verse: 10
καὶ
εἶπεν
Σαμουηλ
πᾶν
τὸ
ῥῆμα
κυρίου
πρὸς
τὸν
λαὸν
τοὺς
αἰτοῦντας
παρ
'
αὐτοῦ
βασιλέα
Verse: 11
καὶ
εἶπεν
Τοῦτο
ἔσται
τὸ
δικαίωμα
τοῦ
βασιλέως
,
ὃς
βασιλεύσει
ἐϕ
'
ὑμᾶς
·
τοὺς
υἱοὺς
ὑμῶν
λήμψεται
καὶ
ϑήσεται
αὐτοὺς
ἐν
ἅρμασιν
αὐτοῦ
καὶ
ἱππεῦσιν
αὐτοῦ
καὶ
προτρέχοντας
τῶν
ἁρμάτων
αὐτοῦ
Verse: 12
καὶ
ϑέσϑαι
αὐτοὺς
ἑαυτῷ
χιλιάρχους
καὶ
ἑκατοντάρχους
καὶ
ϑερίζειν
ϑερισμὸν
αὐτοῦ
καὶ
τρυγᾶν
τρυγητὸν
αὐτοῦ
καὶ
ποιεῖν
σκεύη
πολεμικὰ
αὐτοῦ
καὶ
σκεύη
ἁρμάτων
αὐτοῦ
·
Verse: 13
καὶ
τὰς
ϑυγατέρας
ὑμῶν
λήμψεται
εἰς
μυρεψοὺς
καὶ
εἰς
μαγειρίσσας
καὶ
εἰς
πεσσούσας
·
Verse: 14
καὶ
τοὺς
ἀγροὺς
ὑμῶν
καὶ
τοὺς
ἀμπελῶνας
ὑμῶν
καὶ
τοὺς
ἐλαιῶνας
ὑμῶν
τοὺς
ἀγαϑοὺς
λήμψεται
καὶ
δώσει
τοῖς
δούλοις
αὐτοῦ
·
Verse: 15
καὶ
τὰ
σπέρματα
ὑμῶν
καὶ
τοὺς
ἀμπελῶνας
ὑμῶν
ἀποδεκατώσει
καὶ
δώσει
τοῖς
εὐνούχοις
αὐτοῦ
καὶ
τοῖς
δούλοις
αὐτοῦ
·
Verse: 16
καὶ
τοὺς
δούλους
ὑμῶν
καὶ
τὰς
δούλας
ὑμῶν
καὶ
τὰ
βουκόλια
ὑμῶν
τὰ
ἀγαϑὰ
καὶ
τοὺς
ὄνους
ὑμῶν
λήμψεται
καὶ
ἀποδεκατώσει
εἰς
τὰ
ἔργα
αὐτοῦ
Verse: 17
καὶ
τὰ
ποίμνια
ὑμῶν
ἀποδεκατώσει
·
καὶ
ὑμεῖς
ἔσεσϑε
αὐτῷ
δοῦλοι
.
Verse: 18
καὶ
βοήσεσϑε
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἐκ
προσώπου
βασιλέως
ὑμῶν
,
οὗ
ἐξελέξασϑε
ἑαυτοῖς
,
καὶ
οὐκ
ἐπακούσεται
κύριος
ὑμῶν
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
,
ὅτι
ὑμεῖς
ἐξελέξασϑε
ἑαυτοῖς
βασιλέα
.
Verse: 19
καὶ
οὐκ
ἠβούλετο
ὁ
λαὸς
ἀκοῦσαι
τοῦ
Σαμουηλ
καὶ
εἶπαν
αὐτῷ
Οὐχί
,
ἀλλ
'
ἢ
βασιλεὺς
ἔσται
ἐϕ
'
ἡμᾶς
,
Verse: 20
καὶ
ἐσόμεϑα
καὶ
ἡμεῖς
κατὰ
πάντα
τὰ
ἔϑνη
,
καὶ
δικάσει
ἡμᾶς
βασιλεὺς
ἡμῶν
καὶ
ἐξελεύσεται
ἔμπροσϑεν
ἡμῶν
καὶ
πολεμήσει
τὸν
πόλεμον
ἡμῶν
.
Verse: 21
καὶ
ἤκουσεν
Σαμουηλ
πάντας
τοὺς
λόγους
τοῦ
λαοῦ
καὶ
ἐλάλησεν
αὐτοὺς
εἰς
τὰ
ὦτα
κυρίου
.
Verse: 22
καὶ
εἶπεν
κύριος
πρὸς
Σαμουηλ
῎Ακουε
τῆς
ϕωνῆς
αὐτῶν
καὶ
βασίλευσον
αὐτοῖς
βασιλέα
.
καὶ
εἶπεν
Σαμουηλ
πρὸς
ἄνδρας
Ισραηλ
᾽Αποτρεχέτω
ἕκαστος
εἰς
τὴν
πόλιν
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.