TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 257
Previous part

Book: Ru. 
ΡΟΥΘ


Chapter: 1 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύϑη ἀνὴρ ἀπὸ Βαιϑλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ, αὐτὸς καὶ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.
Verse: 2    
καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων, Εϕραϑαῖοι ἐκ Βαιϑλεεμ τῆς Ιουδα· καὶ ἤλϑοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ.
Verse: 3    
καὶ ἀπέϑανεν Αβιμελεχ ἀνὴρ τῆς Νωεμιν, καὶ κατελείϕϑη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς.
Verse: 4    
καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ Ορϕα, καὶ ὄνομα τῇ δευτέρᾳ Ρουϑ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
Verse: 5    
καὶ ἀπέϑανον καί γε ἀμϕότεροι, Μααλων καὶ Χελαιων, καὶ κατελείϕϑη γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
Verse: 6    
καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμϕαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους.
Verse: 7    
καὶ ἐξῆλϑεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμϕαι αὐτῆς μετ' αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα.
Verse: 8    
καὶ εἶπεν Νωεμιν ταῖς νύμϕαις αὐτῆς Πορεύεσϑε δὴ ἀποστράϕητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι κύριος μεϑ' ὑμῶν ἔλεος, καϑὼς ἐποιήσατε μετὰ τῶν τεϑνηκότων καὶ μετ' ἐμοῦ·
Verse: 9    
δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεϕίλησεν αὐτάς, καὶ ἐπῆραν τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
Verse: 10    
καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέϕομεν εἰς τὸν λαόν σου.
Verse: 11    
καὶ εἶπεν Νωεμιν ᾽Επιστράϕητε δή, ϑυγατέρες μου· καὶ ἵνα τί πορεύεσϑε μετ' ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;
Verse: 12    
ἐπιστράϕητε δή, ϑυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηϑῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,
Verse: 13    
μὴ αὐτοὺς προσδέξεσϑε ἕως οὗ ἁδρυνϑῶσιν; αὐτοῖς κατασχεϑήσεσϑε τοῦ μὴ γενέσϑαι ἀνδρί; μὴ δή, ϑυγατέρες μου, ὅτι ἐπικράνϑη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλϑεν ἐν ἐμοὶ χεὶρ κυρίου.
Verse: 14    
καὶ ἐπῆραν τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεϕίλησεν Ορϕα τὴν πενϑερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ρουϑ δὲ ἠκολούϑησεν αὐτῇ.
Verse: 15    
καὶ εἶπεν Νωεμιν πρὸς Ρουϑ ᾽Ιδοὺ ἀνέστρεψεν σύννυμϕός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς ϑεοὺς αὐτῆς· ἐπιστράϕητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμϕου σου.
Verse: 16    
εἶπεν δὲ Ρουϑ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἀποστρέψαι ὄπισϑέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευϑῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισϑῇς, αὐλισϑήσομαι· λαός σου λαός μου, καὶ ϑεός σου ϑεός μου·
Verse: 17    
καὶ οὗ ἐὰν ἀποϑάνῃς, ἀποϑανοῦμαι κἀκεῖ ταϕήσομαι· τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσϑείη, ὅτι ϑάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Verse: 18    
ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσϑαι μετ' αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.
Verse: 19    
ἐπορεύϑησαν δὲ ἀμϕότεραι ἕως τοῦ παραγενέσϑαι αὐτὰς εἰς Βαιϑλεεμ. καὶ ἤχησεν πᾶσα πόλις ἐπ' αὐταῖς καὶ εἶπον Αὕτη ἐστὶν Νωεμιν;
Verse: 20    
καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμιν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνϑη ἐν ἐμοὶ ἱκανὸς σϕόδρα·
Verse: 21    
ἐγὼ πλήρης ἐπορεύϑην, καὶ κενὴν ἀπέστρεψέν με κύριος· καὶ ἵνα τί καλεῖτέ με Νωεμιν; καὶ κύριος ἐταπείνωσέν με, καὶ ἱκανὸς ἐκάκωσέν με.
Verse: 22    
καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουϑ Μωαβῖτις νύμϕη αὐτῆς ἐπιστρέϕουσα ἐξ ἀγροῦ Μωαβ· αὐταὶ δὲ παρεγενήϑησαν εἰς Βαιϑλεεμ ἐν ἀρχῇ ϑερισμοῦ κριϑῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.