TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 258
Previous part

Chapter: 2 
Verse: 1    Καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ, καὶ ὄνομα αὐτῷ Βοος.
Verse: 2    
καὶ εἶπεν Ρουϑ Μωαβῖτις πρὸς Νωεμιν Πορευϑῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσιν κατόπισϑεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀϕϑαλμοῖς αὐτοῦ. εἶπεν δὲ αὐτῇ Πορεύου, ϑύγατερ.
Verse: 3    
καὶ ἐπορεύϑη καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισϑεν τῶν ϑεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοος τοῦ ἐκ συγγενείας Αβιμελεχ.
Verse: 4    
καὶ ἰδοὺ Βοος ἦλϑεν ἐκ Βαιϑλεεμ καὶ εἶπεν τοῖς ϑερίζουσιν Κύριος μεϑ' ὑμῶν· καὶ εἶπον αὐτῷ Εὐλογήσαι σε κύριος.
Verse: 5    
καὶ εἶπεν Βοος τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐϕεστῶτι ἐπὶ τοὺς ϑερίζοντας Τίνος νεᾶνις αὕτη;
Verse: 6    
καὶ ἀπεκρίϑη τὸ παιδάριον τὸ ἐϕεστὸς ἐπὶ τοὺς ϑερίζοντας καὶ εἶπεν ῾Η παῖς Μωαβῖτίς ἐστιν ἀποστραϕεῖσα μετὰ Νωεμιν ἐξ ἀγροῦ Μωαβ
Verse: 7    
καὶ εἶπεν Συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισϑεν τῶν ϑεριζόντων· καὶ ἦλϑεν καὶ ἔστη ἀπὸ πρωίϑεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.
Verse: 8    
καὶ εἶπεν Βοος πρὸς Ρουϑ Οὐκ ἤκουσας, ϑύγατερ; μὴ πορευϑῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ, καὶ σὺ οὐ πορεύσῃ ἐντεῦϑεν· ὧδε κολλήϑητι μετὰ τῶν κορασίων μου·
Verse: 9    
οἱ ὀϕϑαλμοί σου εἰς τὸν ἀγρόν, οὗ ἐὰν ϑερίζωσιν, καὶ πορεύσῃ κατόπισϑεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασϑαί σου· καὶ τι διψήσεις, καὶ πορευϑήσῃ εἰς τὰ σκεύη καὶ πίεσαι ὅϑεν ἂν ὑδρεύωνται τὰ παιδάρια.
Verse: 10    
καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπεν πρὸς αὐτόν Τί ὅτι εὗρον χάριν ἐν ὀϕϑαλμοῖς σου τοῦ ἐπιγνῶναί με; καὶ ἐγώ εἰμι ξένη.
Verse: 11    
καὶ ἀπεκρίϑη Βοος καὶ εἶπεν αὐτῇ ᾽Απαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενϑερᾶς σου μετὰ τὸ ἀποϑανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν γενέσεώς σου καὶ ἐπορεύϑης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχϑὲς καὶ τρίτης·
Verse: 12    
ἀποτείσαι κύριος τὴν ἐργασίαν σου, καὶ γένοιτο μισϑός σου πλήρης παρὰ κυρίου ϑεοῦ Ισραηλ, πρὸς ὃν ἦλϑες πεποιϑέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.
Verse: 13    
δὲ εἶπεν Εὕροιμι χάριν ἐν ὀϕϑαλμοῖς σου, κύριε, ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.
Verse: 14    
καὶ εἶπεν αὐτῇ Βοος ῎Ηδη ὥρᾳ τοῦ ϕαγεῖν πρόσελϑε ὧδε καὶ ϕάγεσαι τῶν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. καὶ ἐκάϑισεν Ρουϑ ἐκ πλαγίων τῶν ϑεριζόντων, καὶ ἐβούνισεν αὐτῇ Βοος ἄλϕιτον, καὶ ἔϕαγεν καὶ ἐνεπλήσϑη καὶ κατέλιπεν.
Verse: 15    
καὶ ἀνέστη τοῦ συλλέγειν, καὶ ἐνετείλατο Βοος τοῖς παιδαρίοις αὐτοῦ λέγων Καί γε ἀνὰ μέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·
Verse: 16    
καὶ βαστάζοντες βαστάξατε αὐτῇ καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ ἄϕετε καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.
Verse: 17    
καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας· καὶ ἐρράβδισεν συνέλεξεν, καὶ ἐγενήϑη ὡς οιϕι κριϑῶν.
Verse: 18    
καὶ ἦρεν καὶ εἰσῆλϑεν εἰς τὴν πόλιν, καὶ εἶδεν πενϑερὰ αὐτῆς συνέλεξεν, καὶ ἐξενέγκασα Ρουϑ ἔδωκεν αὐτῇ κατέλιπεν ἐξ ὧν ἐνεπλήσϑη.
Verse: 19    
καὶ εἶπεν αὐτῇ πενϑερὰ αὐτῆς Ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ἐπιγνούς σε εὐλογημένος. καὶ ἀπήγγειλεν Ρουϑ τῇ πενϑερᾷ αὐτῆς ποῦ ἐποίησεν, καὶ εἶπεν Τὸ ὄνομα τοῦ ἀνδρός, μεϑ' οὗ ἐποίησα σήμερον, Βοος.
Verse: 20    
καὶ εἶπεν Νωεμιν τῇ νύμϕῃ αὐτῆς Εὐλογητός ἐστιν τῷ κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεϑνηκότων. καὶ εἶπεν αὐτῇ Νωεμιν ᾽Εγγίζει ἡμῖν ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμᾶς ἐστιν.
Verse: 21    
καὶ εἶπεν Ρουϑ πρὸς τὴν πενϑερὰν αὐτῆς Καί γε ὅτι εἶπεν πρός με Μετὰ τῶν παιδαρίων μου προσκολλήϑητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν, ὃς ὑπάρχει μοι.
Verse: 22    
καὶ εἶπεν Νωεμιν πρὸς Ρουϑ τὴν νύμϕην αὐτῆς ᾽Αγαϑόν, ϑύγατερ, ὅτι ἐπορεύϑης μετὰ τῶν κορασίων αὐτοῦ, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.
Verse: 23    
καὶ προσεκολλήϑη Ρουϑ τοῖς κορασίοις Βοος συλλέγειν ἕως οὗ συνετέλεσεν τὸν ϑερισμὸν τῶν κριϑῶν καὶ τῶν πυρῶν. καὶ ἐκάϑισεν μετὰ τῆς πενϑερᾶς αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.