TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 259
Previous part

Chapter: 3 
Verse: 1    Εἶπεν δὲ αὐτῇ Νωεμιν πενϑερὰ αὐτῆς Θύγατερ, οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν, ἵνα εὖ γένηταί σοι;
Verse: 2    
καὶ νῦν οὐχὶ Βοος γνώριμος ἡμῶν, οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριϑῶν ταύτῃ τῇ νυκτί.
Verse: 3    
σὺ δὲ λούσῃ καὶ ἀλείψῃ καὶ περιϑήσεις τὸν ἱματισμόν σου ἐπὶ σεαυτῇ καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισϑῇς τῷ ἀνδρὶ ἕως οὗ συντελέσαι αὐτὸν πιεῖν καὶ ϕαγεῖν·
Verse: 4    
καὶ ἔσται ἐν τῷ κοιμηϑῆναι αὐτόν, καὶ γνώσῃ τὸν τόπον, ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ καὶ κοιμηϑήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι ποιήσεις.
Verse: 5    
εἶπεν δὲ Ρουϑ πρὸς αὐτήν Πάντα, ὅσα ἐὰν εἴπῃς, ποιήσω.
Verse: 6    
καὶ κατέβη εἰς τὸν ἅλω καὶ ἐποίησεν κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῇ πενϑερὰ αὐτῆς.
Verse: 7    
καὶ ἔϕαγεν Βοος, καὶ ἠγαϑύνϑη καρδία αὐτοῦ, καὶ ἦλϑεν κοιμηϑῆναι ἐν μερίδι τῆς στοιβῆς· δὲ ἦλϑεν κρυϕῇ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδῶν αὐτοῦ.
Verse: 8    
ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ἀνὴρ καὶ ἐταράχϑη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.
Verse: 9    
εἶπεν δέ Τίς εἶ σύ; δὲ εἶπεν ᾽Εγώ εἰμι Ρουϑ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.
Verse: 10    
καὶ εἶπεν Βοος Εὐλογημένη σὺ τῷ κυρίῳ ϑεῷ, ϑύγατερ, ὅτι ἠγάϑυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον, τὸ μὴ πορευϑῆναί σε ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος.
Verse: 11    
καὶ νῦν, ϑύγατερ, μὴ ϕοβοῦ· πάντα, ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· οἶδεν γὰρ πᾶσα ϕυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ,
Verse: 12    
καὶ ὅτι ἀληϑῶς ἀγχιστεὺς ἐγώ εἰμι, καί γε ἔστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ.
Verse: 13    
αὐλίσϑητι τὴν νύκτα, καὶ ἔσται τὸ πρωί, ἐὰν ἀγχιστεύσῃ σε, ἀγαϑόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ κύριος· κοιμήϑητι ἕως πρωί.
Verse: 14    
καὶ ἐκοιμήϑη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί. δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπεν Βοος Μὴ γνωσϑήτω ὅτι ἦλϑεν γυνὴ εἰς τὸν ἅλωνα.
Verse: 15    
καὶ εἶπεν αὐτῇ Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκράτησεν αὐτό, καὶ ἐμέτρησεν ἓξ κριϑῶν καὶ ἐπέϑηκεν ἐπ' αὐτήν· καὶ εἰσῆλϑεν εἰς τὴν πόλιν.
Verse: 16    
καὶ Ρουϑ εἰσῆλϑεν πρὸς τὴν πενϑερὰν αὐτῆς· δὲ εἶπεν Τίς εἶ, ϑύγατερ· καὶ εἶπεν αὐτῇ πάντα, ὅσα ἐποίησεν αὐτῇ ἀνήρ.
Verse: 17    
καὶ εἶπεν αὐτῇ Τὰ ἓξ τῶν κριϑῶν ταῦτα ἔδωκέν μοι, ὅτι εἶπεν πρός με Μὴ εἰσέλϑῃς κενὴ πρὸς τὴν πενϑεράν σου.
Verse: 18    
δὲ εἶπεν Κάϑου, ϑύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ἀνήρ, ἕως ἂν τελέσῃ τὸ ῥῆμα σήμερον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.