TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 259
Chapter: 3
Verse: 1
Εἶπεν
δὲ
αὐτῇ
Νωεμιν
ἡ
πενϑερὰ
αὐτῆς
Θύγατερ
,
οὐ
μὴ
ζητήσω
σοι
ἀνάπαυσιν
,
ἵνα
εὖ
γένηταί
σοι
;
Verse: 2
καὶ
νῦν
οὐχὶ
Βοος
γνώριμος
ἡμῶν
,
οὗ
ἦς
μετὰ
τῶν
κορασίων
αὐτοῦ
;
ἰδοὺ
αὐτὸς
λικμᾷ
τὸν
ἅλωνα
τῶν
κριϑῶν
ταύτῃ
τῇ
νυκτί
.
Verse: 3
σὺ
δὲ
λούσῃ
καὶ
ἀλείψῃ
καὶ
περιϑήσεις
τὸν
ἱματισμόν
σου
ἐπὶ
σεαυτῇ
καὶ
ἀναβήσῃ
ἐπὶ
τὸν
ἅλω
·
μὴ
γνωρισϑῇς
τῷ
ἀνδρὶ
ἕως
οὗ
συντελέσαι
αὐτὸν
πιεῖν
καὶ
ϕαγεῖν
·
Verse: 4
καὶ
ἔσται
ἐν
τῷ
κοιμηϑῆναι
αὐτόν
,
καὶ
γνώσῃ
τὸν
τόπον
,
ὅπου
κοιμᾶται
ἐκεῖ
,
καὶ
ἐλεύσῃ
καὶ
ἀποκαλύψεις
τὰ
πρὸς
ποδῶν
αὐτοῦ
καὶ
κοιμηϑήσῃ
,
καὶ
αὐτὸς
ἀπαγγελεῖ
σοι
ἃ
ποιήσεις
.
Verse: 5
εἶπεν
δὲ
Ρουϑ
πρὸς
αὐτήν
Πάντα
,
ὅσα
ἐὰν
εἴπῃς
,
ποιήσω
.
Verse: 6
καὶ
κατέβη
εἰς
τὸν
ἅλω
καὶ
ἐποίησεν
κατὰ
πάντα
,
ὅσα
ἐνετείλατο
αὐτῇ
ἡ
πενϑερὰ
αὐτῆς
.
Verse: 7
καὶ
ἔϕαγεν
Βοος
,
καὶ
ἠγαϑύνϑη
ἡ
καρδία
αὐτοῦ
,
καὶ
ἦλϑεν
κοιμηϑῆναι
ἐν
μερίδι
τῆς
στοιβῆς
·
ἡ
δὲ
ἦλϑεν
κρυϕῇ
καὶ
ἀπεκάλυψεν
τὰ
πρὸς
ποδῶν
αὐτοῦ
.
Verse: 8
ἐγένετο
δὲ
ἐν
τῷ
μεσονυκτίῳ
καὶ
ἐξέστη
ὁ
ἀνὴρ
καὶ
ἐταράχϑη
,
καὶ
ἰδοὺ
γυνὴ
κοιμᾶται
πρὸς
ποδῶν
αὐτοῦ
.
Verse: 9
εἶπεν
δέ
Τίς
εἶ
σύ
;
ἡ
δὲ
εἶπεν
᾽Εγώ
εἰμι
Ρουϑ
ἡ
δούλη
σου
,
καὶ
περιβαλεῖς
τὸ
πτερύγιόν
σου
ἐπὶ
τὴν
δούλην
σου
,
ὅτι
ἀγχιστεὺς
εἶ
σύ
.
Verse: 10
καὶ
εἶπεν
Βοος
Εὐλογημένη
σὺ
τῷ
κυρίῳ
ϑεῷ
,
ϑύγατερ
,
ὅτι
ἠγάϑυνας
τὸ
ἔλεός
σου
τὸ
ἔσχατον
ὑπὲρ
τὸ
πρῶτον
,
τὸ
μὴ
πορευϑῆναί
σε
ὀπίσω
νεανιῶν
,
εἴτοι
πτωχὸς
εἴτοι
πλούσιος
.
Verse: 11
καὶ
νῦν
,
ϑύγατερ
,
μὴ
ϕοβοῦ
·
πάντα
,
ὅσα
ἐὰν
εἴπῃς
,
ποιήσω
σοι
·
οἶδεν
γὰρ
πᾶσα
ϕυλὴ
λαοῦ
μου
ὅτι
γυνὴ
δυνάμεως
εἶ
σύ
,
Verse: 12
καὶ
ὅτι
ἀληϑῶς
ἀγχιστεὺς
ἐγώ
εἰμι
,
καί
γε
ἔστιν
ἀγχιστεὺς
ἐγγίων
ὑπὲρ
ἐμέ
.
Verse: 13
αὐλίσϑητι
τὴν
νύκτα
,
καὶ
ἔσται
τὸ
πρωί
,
ἐὰν
ἀγχιστεύσῃ
σε
,
ἀγαϑόν
,
ἀγχιστευέτω
·
ἐὰν
δὲ
μὴ
βούληται
ἀγχιστεῦσαί
σε
,
ἀγχιστεύσω
σε
ἐγώ
,
ζῇ
κύριος
·
κοιμήϑητι
ἕως
πρωί
.
Verse: 14
καὶ
ἐκοιμήϑη
πρὸς
ποδῶν
αὐτοῦ
ἕως
πρωί
.
ἡ
δὲ
ἀνέστη
πρὸ
τοῦ
ἐπιγνῶναι
ἄνδρα
τὸν
πλησίον
αὐτοῦ
·
καὶ
εἶπεν
Βοος
Μὴ
γνωσϑήτω
ὅτι
ἦλϑεν
γυνὴ
εἰς
τὸν
ἅλωνα
.
Verse: 15
καὶ
εἶπεν
αὐτῇ
Φέρε
τὸ
περίζωμα
τὸ
ἐπάνω
σου
.
καὶ
ἐκράτησεν
αὐτό
,
καὶ
ἐμέτρησεν
ἓξ
κριϑῶν
καὶ
ἐπέϑηκεν
ἐπ
'
αὐτήν
·
καὶ
εἰσῆλϑεν
εἰς
τὴν
πόλιν
.
Verse: 16
καὶ
Ρουϑ
εἰσῆλϑεν
πρὸς
τὴν
πενϑερὰν
αὐτῆς
·
ἡ
δὲ
εἶπεν
Τίς
εἶ
,
ϑύγατερ
·
καὶ
εἶπεν
αὐτῇ
πάντα
,
ὅσα
ἐποίησεν
αὐτῇ
ὁ
ἀνήρ
.
Verse: 17
καὶ
εἶπεν
αὐτῇ
Τὰ
ἓξ
τῶν
κριϑῶν
ταῦτα
ἔδωκέν
μοι
,
ὅτι
εἶπεν
πρός
με
Μὴ
εἰσέλϑῃς
κενὴ
πρὸς
τὴν
πενϑεράν
σου
.
Verse: 18
ἡ
δὲ
εἶπεν
Κάϑου
,
ϑύγατερ
,
ἕως
τοῦ
ἐπιγνῶναί
σε
πῶς
οὐ
πεσεῖται
ῥῆμα
·
οὐ
γὰρ
μὴ
ἡσυχάσῃ
ὁ
ἀνήρ
,
ἕως
ἂν
τελέσῃ
τὸ
ῥῆμα
σήμερον
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.