TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 260
Previous part

Chapter: 4 
Verse: 1    Καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάϑισεν ἐκεῖ, καὶ ἰδοὺ ἀγχιστευτὴς παρεπορεύετο, ὃν εἶπεν Βοος. καὶ εἶπεν πρὸς αὐτὸν Βοος ᾽Εκκλίνας κάϑισον ὧδε, κρύϕιε· καὶ ἐξέκλινεν καὶ ἐκάϑισεν.
Verse: 2    
καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν Καϑίσατε ὧδε· καὶ ἐκάϑισαν.
Verse: 3    
καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ Τὴν μερίδα τοῦ ἀγροῦ, ἐστιν τοῦ ἀδελϕοῦ ἡμῶν τοῦ Αβιμελεχ, δέδοται Νωεμιν τῇ ἐπιστρεϕούσῃ ἐξ ἀγροῦ Μωαβ,
Verse: 4    
κἀγὼ εἶπα ᾽Αποκαλύψω τὸ οὖς σου λέγων Κτῆσαι ἐναντίον τῶν καϑημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. δὲ εἶπεν ᾽Εγώ εἰμι ἀγχιστεύσω.
Verse: 5    
καὶ εἶπεν Βοος ᾽Εν ἡμέρᾳ τοῦ κτήσασϑαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουϑ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεϑνηκότος, καὶ αὐτὴν κτήσασϑαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεϑνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
Verse: 6    
καὶ εἶπεν ἀγχιστεύς Οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μήποτε διαϕϑείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
Verse: 7    
καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσϑεν ἐν τῷ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν Ισραηλ.
Verse: 8    
καὶ εἶπεν ἀγχιστεὺς τῷ Βοος Κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
Verse: 9    
καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ Μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων, ἐκ χειρὸς Νωεμιν·
Verse: 10    
καί γε Ρουϑ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεϑνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεϑρευϑήσεται τὸ ὄνομα τοῦ τεϑνηκότος ἐκ τῶν ἀδελϕῶν αὐτοῦ καὶ ἐκ τῆς ϕυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
Verse: 11    
καὶ εἴποσαν πᾶς λαὸς οἱ ἐν τῇ πύλῃ Μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν Δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν, αἳ ᾠκοδόμησαν ἀμϕότεραι τὸν οἶκον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εϕραϑα, καὶ ἔσται ὄνομα ἐν Βαιϑλεεμ·
Verse: 12    
καὶ γένοιτο οἶκός σου ὡς οἶκος Φαρες, ὃν ἔτεκεν Θαμαρ τῷ Ιουδα, ἐκ τοῦ σπέρματος, οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
Verse: 13    
καὶ ἔλαβεν Βοος τὴν Ρουϑ, καὶ ἐγενήϑη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλϑεν πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.
Verse: 14    
καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμιν Εὐλογητὸς κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ,
Verse: 15    
καὶ ἔσται σοι εἰς ἐπιστρέϕοντα ψυχὴν καὶ τοῦ διαϑρέψαι τὴν πολιάν σου, ὅτι νύμϕη σου ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἐστιν ἀγαϑή σοι ὑπὲρ ἑπτὰ υἱούς.
Verse: 16    
καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔϑηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήϑη αὐτῷ εἰς τιϑηνόν.
Verse: 17    
καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ᾽Ετέχϑη υἱὸς τῇ Νωεμιν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ωβηδ· οὗτος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ.
Verse: 18    
Καὶ αὗται αἱ γενέσεις Φαρες· Φαρες ἐγέννησεν τὸν Εσρων,
Verse: 19    
Εσρων δὲ ἐγέννησεν τὸν Αρραν, καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ,
Verse: 20    
καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων, καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν,
Verse: 21    
καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος, καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ,
Verse: 22    
καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι, καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.