TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 841
Previous part

Chapter: 10 
Verse: 1  Αὕτη πρωτόπλαστον πατέρα κόσμου
μόνον κτισϑέντα διεϕύλαξεν
καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου
Verse: 2 
ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
Verse: 3 
ἀποστὰς δὲ ἀπ' αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ
ἀδελϕοκτόνοις συναπώλετο ϑυμοῖς.
Verse: 4 
δι' ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοϕία
δι' εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
Verse: 5 
αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐϑνῶν συγχυϑέντων
ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον ϑεῷ
καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐϕύλαξεν.
Verse: 6 
αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο
ϕυγόντα καταβάσιον πῦρ Πενταπόλεως,
Verse: 7 
ἧς ἔτι μαρτύριον τῆς πονηρίας
καπνιζομένη καϑέστηκε χέρσος,
καὶ ἀτελέσιν ὥραις καρποϕοροῦντα ϕυτά,
ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
Verse: 8 
σοϕίαν γὰρ παροδεύσαντες
οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά,
ἀλλὰ καὶ τῆς ἀϕροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον,
ἵνα ἐν οἷς ἐσϕάλησαν μηδὲ λαϑεῖν δυνηϑῶσιν.
Verse: 9 
σοϕία δὲ τοὺς ϑεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
Verse: 10 
αὕτη ϕυγάδα ὀργῆς ἀδελϕοῦ δίκαιον
ὡδήγησεν ἐν τρίβοις εὐϑείαις·
ἔδειξεν αὐτῷ βασιλείαν ϑεοῦ
καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων·
εὐπόρησεν αὐτὸν ἐν μόχϑοις
καὶ ἐπλήϑυνεν τοὺς πόνους αὐτοῦ·
Verse: 11 
ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη
καὶ ἐπλούτισεν αὐτόν·
Verse: 12 
διεϕύλαξεν αὐτὸν ἀπὸ ἐχϑρῶν
καὶ ἀπὸ ἐνεδρευόντων ἠσϕαλίσατο·
καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ,
ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
Verse: 13 
αὕτη πραϑέντα δίκαιον οὐκ ἐγκατέλιπεν,
ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·
Verse: 14 
συγκατέβη αὐτῷ εἰς λάκκον
καὶ ἐν δεσμοῖς οὐκ ἀϕῆκεν αὐτόν,
ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας
καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ·
ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν
καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
Verse: 15 
Αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον
ἐρρύσατο ἐξ ἔϑνους ϑλιβόντων·
Verse: 16 
εἰσῆλϑεν εἰς ψυχὴν ϑεράποντος κυρίου
καὶ ἀντέστη βασιλεῦσιν ϕοβεροῖς ἐν τέρασι καὶ σημείοις.
Verse: 17 
ἀπέδωκεν ὁσίοις μισϑὸν κόπων αὐτῶν,
ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ ϑαυμαστῇ
καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας
καὶ εἰς ϕλόγα ἄστρων τὴν νύκτα.
Verse: 18 
διεβίβασεν αὐτοὺς ϑάλασσαν ἐρυϑρὰν
καὶ διήγαγεν αὐτοὺς δι' ὕδατος πολλοῦ·
Verse: 19 
τοὺς δὲ ἐχϑροὺς αὐτῶν κατέκλυσεν
καὶ ἐκ βάϑους ἀβύσσου ἀνέβρασεν αὐτούς.
Verse: 20 
διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς
καὶ ὕμνησαν, κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου
τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοϑυμαδόν·
Verse: 21 
ὅτι σοϕία ἤνοιξεν στόμα κωϕῶν
καὶ γλώσσας νηπίων ἔϑηκεν τρανάς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.