TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 841
Chapter: 10
Verse: 1
Αὕτη
πρωτόπλαστον
πατέρα
κόσμου
μόνον
κτισϑέντα
διεϕύλαξεν
καὶ
ἐξείλατο
αὐτὸν
ἐκ
παραπτώματος
ἰδίου
Verse: 2
ἔδωκέν
τε
αὐτῷ
ἰσχὺν
κρατῆσαι
ἁπάντων
.
Verse: 3
ἀποστὰς
δὲ
ἀπ
'
αὐτῆς
ἄδικος
ἐν
ὀργῇ
αὐτοῦ
ἀδελϕοκτόνοις
συναπώλετο
ϑυμοῖς
.
Verse: 4
δι
'
ὃν
κατακλυζομένην
γῆν
πάλιν
ἔσωσεν
σοϕία
δι
'
εὐτελοῦς
ξύλου
τὸν
δίκαιον
κυβερνήσασα
.
Verse: 5
αὕτη
καὶ
ἐν
ὁμονοίᾳ
πονηρίας
ἐϑνῶν
συγχυϑέντων
ἔγνω
τὸν
δίκαιον
καὶ
ἐτήρησεν
αὐτὸν
ἄμεμπτον
ϑεῷ
καὶ
ἐπὶ
τέκνου
σπλάγχνοις
ἰσχυρὸν
ἐϕύλαξεν
.
Verse: 6
αὕτη
δίκαιον
ἐξαπολλυμένων
ἀσεβῶν
ἐρρύσατο
ϕυγόντα
καταβάσιον
πῦρ
Πενταπόλεως
,
Verse: 7
ἧς
ἔτι
μαρτύριον
τῆς
πονηρίας
καπνιζομένη
καϑέστηκε
χέρσος
,
καὶ
ἀτελέσιν
ὥραις
καρποϕοροῦντα
ϕυτά
,
ἀπιστούσης
ψυχῆς
μνημεῖον
ἑστηκυῖα
στήλη
ἁλός
.
Verse: 8
σοϕίαν
γὰρ
παροδεύσαντες
οὐ
μόνον
ἐβλάβησαν
τοῦ
μὴ
γνῶναι
τὰ
καλά
,
ἀλλὰ
καὶ
τῆς
ἀϕροσύνης
ἀπέλιπον
τῷ
βίῳ
μνημόσυνον
,
ἵνα
ἐν
οἷς
ἐσϕάλησαν
μηδὲ
λαϑεῖν
δυνηϑῶσιν
.
Verse: 9
σοϕία
δὲ
τοὺς
ϑεραπεύοντας
αὐτὴν
ἐκ
πόνων
ἐρρύσατο
.
Verse: 10
αὕτη
ϕυγάδα
ὀργῆς
ἀδελϕοῦ
δίκαιον
ὡδήγησεν
ἐν
τρίβοις
εὐϑείαις
·
ἔδειξεν
αὐτῷ
βασιλείαν
ϑεοῦ
καὶ
ἔδωκεν
αὐτῷ
γνῶσιν
ἁγίων
·
εὐπόρησεν
αὐτὸν
ἐν
μόχϑοις
καὶ
ἐπλήϑυνεν
τοὺς
πόνους
αὐτοῦ
·
Verse: 11
ἐν
πλεονεξίᾳ
κατισχυόντων
αὐτὸν
παρέστη
καὶ
ἐπλούτισεν
αὐτόν
·
Verse: 12
διεϕύλαξεν
αὐτὸν
ἀπὸ
ἐχϑρῶν
καὶ
ἀπὸ
ἐνεδρευόντων
ἠσϕαλίσατο
·
καὶ
ἀγῶνα
ἰσχυρὸν
ἐβράβευσεν
αὐτῷ
,
ἵνα
γνῷ
ὅτι
παντὸς
δυνατωτέρα
ἐστὶν
εὐσέβεια
.
Verse: 13
αὕτη
πραϑέντα
δίκαιον
οὐκ
ἐγκατέλιπεν
,
ἀλλὰ
ἐξ
ἁμαρτίας
ἐρρύσατο
αὐτόν
·
Verse: 14
συγκατέβη
αὐτῷ
εἰς
λάκκον
καὶ
ἐν
δεσμοῖς
οὐκ
ἀϕῆκεν
αὐτόν
,
ἕως
ἤνεγκεν
αὐτῷ
σκῆπτρα
βασιλείας
καὶ
ἐξουσίαν
τυραννούντων
αὐτοῦ
·
ψευδεῖς
τε
ἔδειξεν
τοὺς
μωμησαμένους
αὐτὸν
καὶ
ἔδωκεν
αὐτῷ
δόξαν
αἰώνιον
.
Verse: 15
Αὕτη
λαὸν
ὅσιον
καὶ
σπέρμα
ἄμεμπτον
ἐρρύσατο
ἐξ
ἔϑνους
ϑλιβόντων
·
Verse: 16
εἰσῆλϑεν
εἰς
ψυχὴν
ϑεράποντος
κυρίου
καὶ
ἀντέστη
βασιλεῦσιν
ϕοβεροῖς
ἐν
τέρασι
καὶ
σημείοις
.
Verse: 17
ἀπέδωκεν
ὁσίοις
μισϑὸν
κόπων
αὐτῶν
,
ὡδήγησεν
αὐτοὺς
ἐν
ὁδῷ
ϑαυμαστῇ
καὶ
ἐγένετο
αὐτοῖς
εἰς
σκέπην
ἡμέρας
καὶ
εἰς
ϕλόγα
ἄστρων
τὴν
νύκτα
.
Verse: 18
διεβίβασεν
αὐτοὺς
ϑάλασσαν
ἐρυϑρὰν
καὶ
διήγαγεν
αὐτοὺς
δι
'
ὕδατος
πολλοῦ
·
Verse: 19
τοὺς
δὲ
ἐχϑροὺς
αὐτῶν
κατέκλυσεν
καὶ
ἐκ
βάϑους
ἀβύσσου
ἀνέβρασεν
αὐτούς
.
Verse: 20
διὰ
τοῦτο
δίκαιοι
ἐσκύλευσαν
ἀσεβεῖς
καὶ
ὕμνησαν
,
κύριε
,
τὸ
ὄνομα
τὸ
ἅγιόν
σου
τήν
τε
ὑπέρμαχόν
σου
χεῖρα
ᾔνεσαν
ὁμοϑυμαδόν
·
Verse: 21
ὅτι
ἡ
σοϕία
ἤνοιξεν
στόμα
κωϕῶν
καὶ
γλώσσας
νηπίων
ἔϑηκεν
τρανάς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.