TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 842
Previous part

Chapter: 11 
Verse: 1  Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προϕήτου ἁγίου.
Verse: 2 
διώδευσαν ἔρημον ἀοίκητον
καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
Verse: 3 
ἀντέστησαν πολεμίοις καὶ ἐχϑροὺς ἠμύναντο.
Verse: 4 
ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε,
καὶ ἐδόϑη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ
καὶ ἴαμα δίψης ἐκ λίϑου σκληροῦ.
Verse: 5 
δι' ὧν γὰρ ἐκολάσϑησαν οἱ ἐχϑροὶ αὐτῶν,
διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήϑησαν.
Verse: 6 
ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ
αἵματι λυϑρώδει ταραχϑέντος
Verse: 7 
εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος
ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως
Verse: 8 
δείξας διὰ τοῦ τότε δίψους
πῶς τοὺς ὑπεναντίους ἐκόλασας.
Verse: 9 
ὅτε γὰρ ἐπειράσϑησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι,
ἔγνωσαν πῶς μετ' ὀργῆς κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·
Verse: 10 
τούτους μὲν γὰρ ὡς πατὴρ νουϑετῶν ἐδοκίμασας,
ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.
Verse: 11 
καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·
Verse: 12 
διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη
καὶ στεναγμὸς μνημῶν τῶν παρελϑόντων·
Verse: 13 
ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων
εὐεργετημένους αὐτούς, ᾔσϑοντο τοῦ κυρίου.
Verse: 14 
ὃν γὰρ ἐν ἐκϑέσει πάλαι ῥιϕέντα ἀπεῖπον χλευάζοντες,
ἐπὶ τέλει τῶν ἐκβάσεων ἐϑαύμασαν
οὐχ ὅμοια δικαίοις διψήσαντες.
Verse: 15 
ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν,
ἐν οἷς πλανηϑέντες ἐϑρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα // εὐτελῆ,
ἐπαπέστειλας αὐτοῖς πλῆϑος ἀλόγων ζῴων εἰς ἐκδίκησιν,
Verse: 16 
ἵνα γνῶσιν ὅτι, δι' ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.
Verse: 17 
οὐ γὰρ ἠπόρει παντοδύναμός σου χεὶρ
καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρϕου ὕλης
ἐπιπέμψαι αὐτοῖς πλῆϑος ἄρκων ϑρασεῖς λέοντας
Verse: 18 
νεοκτίστους ϑυμοῦ πλήρεις ϑῆρας ἀγνώστους
ἤτοι πυρπνόον ϕυσῶντας ἄσϑμα
βρόμον λικμωμένους καπνοῦ
δεινοὺς ἀπ' ὀμμάτων σπινϑῆρας ἀστράπτοντας,
Verse: 19 
ὧν οὐ μόνον βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς,
ἀλλὰ καὶ ὄψις ἐκϕοβήσασα διολέσαι.
Verse: 20 
καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο
ὑπὸ τῆς δίκης διωχϑέντες
καὶ λικμηϑέντες ὑπὸ πνεύματος δυνάμεώς σου·
ἀλλὰ πάντα μέτρῳ καὶ ἀριϑμῷ καὶ σταϑμῷ διέταξας.
Verse: 21 
τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε,
καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται;
Verse: 22 
ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος κόσμος ἐναντίον σου
καὶ ὡς ῥανὶς δρόσου ὀρϑρινὴ κατελϑοῦσα ἐπὶ γῆν.
Verse: 23 
ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι,
καὶ παρορᾷς ἁμαρτήματα ἀνϑρώπων εἰς μετάνοιαν.
Verse: 24 
ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα
καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας·
οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας.
Verse: 25 
πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠϑέλησας,
τὸ μὴ κληϑὲν ὑπὸ σοῦ διετηρήϑη;
Verse: 26 
ϕείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, δέσποτα ϕιλόψυχε·

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.