TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 843
Previous part

Chapter: 12 
Verse: 1  τὸ γὰρ ἄϕϑαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν.
Verse: 2 
Διὸ τοὺς παραπίπτοντας κατ' ὀλίγον ἐλέγχεις
καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουϑετεῖς,
ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, κύριε.
Verse: 3 
καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τῆς ἁγίας σου γῆς
Verse: 4 
μισήσας ἐπὶ τῷ ἔχϑιστα πράσσειν,
ἔργα ϕαρμακειῶν καὶ τελετὰς ἀνοσίους
Verse: 5 
τέκνων τε ϕονὰς ἀνελεήμονας
καὶ σπλαγχνοϕάγον ἀνϑρωπίνων σαρκῶν ϑοῖναν καὶ αἵματος,
ἐκ μέσου μύστας ϑιάσου
Verse: 6 
καὶ αὐϑέντας γονεῖς ψυχῶν ἀβοηϑήτων,
ἐβουλήϑης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
Verse: 7 
ἵνα ἀξίαν ἀποικίαν δέξηται ϑεοῦ παίδων
παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
Verse: 8 
ἀλλὰ καὶ τούτων ὡς ἀνϑρώπων ἐϕείσω
ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σϕῆκας,
ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεϑρεύσωσιν.
Verse: 9 
οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους // δοῦναι
ϑηρίοις δεινοῖς λόγῳ ἀποτόμῳ ὑϕ' ἓν ἐκτρῖψαι,
Verse: 10 
κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας
οὐκ ἀγνοῶν ὅτι πονηρὰ γένεσις αὐτῶν
καὶ ἔμϕυτος κακία αὐτῶν
καὶ ὅτι οὐ μὴ ἀλλαγῇ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα.
Verse: 11 
σπέρμα γὰρ ἦν κατηραμένον ἀπ' ἀρχῆς,
οὐδὲ εὐλαβούμενός τινα ἐϕ' οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
Verse: 12 
τίς γὰρ ἐρεῖ Τί ἐποίησας;
τίς ἀντιστήσεται τῷ κρίματί σου;
τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐϑνῶν ἀπολωλότων σὺ ἐποίησας;
τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνϑρώπων;
Verse: 13 
οὔτε γὰρ ϑεός ἐστιν πλὴν σοῦ, μέλει περὶ πάντων,
ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας,
Verse: 14 
οὔτε βασιλεὺς τύραννος ἀντοϕϑαλμῆσαι δυνήσεταί σοι περὶ // ὧν ἐκόλασας.
Verse: 15 
δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις
αὐτὸν τὸν μὴ ὀϕείλοντα κολασϑῆναι καταδικάσαι
ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως.
Verse: 16 
γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή,
καὶ τὸ πάντων σε δεσπόζειν πάντων ϕείδεσϑαί σε ποιεῖ.
Verse: 17 
ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι
καὶ ἐν τοῖς εἰδόσι τὸ ϑράσος ἐξελέγχεις·
Verse: 18 
σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις
καὶ μετὰ πολλῆς ϕειδοῦς διοικεῖς ἡμᾶς·
πάρεστιν γάρ σοι, ὅταν ϑέλῃς, τὸ δύνασϑαι.
Verse: 19 
᾽Εδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων
ὅτι δεῖ τὸν δίκαιον εἶναι ϕιλάνϑρωπον,
καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου
ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν.
Verse: 20 
εἰ γὰρ ἐχϑροὺς παίδων σου καὶ ὀϕειλομένους ϑανάτῳ
μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως
δοὺς χρόνους καὶ τόπον, δι' ὧν ἀπαλλαγῶσι τῆς κακίας,
Verse: 21 
μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου,
ὧν τοῖς πατράσιν ὅρκους καὶ συνϑήκας ἔδωκας ἀγαϑῶν ὑποσχέσεων;
Verse: 22 
῾Ημᾶς οὖν παιδεύων τοὺς ἐχϑροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς,
ἵνα σου τὴν ἀγαϑότητα μεριμνῶμεν κρίνοντες,
κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.
Verse: 23 
ὅϑεν καὶ τοὺς ἐν ἀϕροσύνῃ ζωῆς βιώσαντας ἀδίκως
διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων·
Verse: 24 
καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήϑησαν
ϑεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα
νηπίων δίκην ἀϕρόνων ψευσϑέντες.
Verse: 25 
διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις
τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας.
Verse: 26 
οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουϑετηϑέντες
ἀξίαν ϑεοῦ κρίσιν πειράσουσιν.
Verse: 27 
ἐϕ' οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν,
ἐπὶ τούτοις, οὓς ἐδόκουν ϑεούς, ἐν αὐτοῖς κολαζόμενοι
ἰδόντες, ὃν πάλαι ἠρνοῦντο εἰδέναι, ϑεὸν ἐπέγνωσαν ἀληϑῆ·
διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ' αὐτοὺς ἐπῆλϑεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.