TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 486
Previous part

Book: Tob. 
ΤΩΒΙΤ


Chapter: 1 
Verse: 1    Βίβλος λόγων Τωβιτ τοῦ Τωβιηλ τοῦ Ανανιηλ τοῦ Αδουηλ τοῦ Γαβαηλ ἐκ τοῦ σπέρματος Ασιηλ ἐκ τῆς ϕυλῆς Νεϕϑαλιμ,
Verse: 2    
ὃς ᾐχμαλωτεύϑη ἐν ἡμέραις Ενεμεσσαρου τοῦ βασιλέως ᾽Ασσυρίων ἐκ Θισβης, ἐστιν ἐκ δεξιῶν Κυδιως τῆς Νεϕϑαλιμ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ασηρ.
Verse: 3    
᾽Εγὼ Τωβιτ ὁδοῖς ἀληϑείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελϕοῖς μου καὶ τῷ ἔϑνει τοῖς συμπορευϑεῖσιν μετ' ἐμοῦ εἰς χώραν ᾽Ασσυρίων εἰς Νινευη.
Verse: 4    
καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ισραηλ, νεωτέρου μου ὄντος, πᾶσα ϕυλὴ τοῦ Νεϕϑαλιμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ιεροσολύμων τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν ϕυλῶν Ισραηλ εἰς τὸ ϑυσιάζειν πάσας τὰς ϕυλάς· καὶ ἡγιάσϑη ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήϑη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
Verse: 5    
καὶ πᾶσαι αἱ ϕυλαὶ αἱ συναποστᾶσαι ἔϑυον τῇ Βααλ τῇ δαμάλει καὶ οἶκος Νεϕϑαλιμ τοῦ πατρός μου.
Verse: 6    
κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καϑὼς γέγραπται παντὶ τῷ Ισραηλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων·
Verse: 7    
καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ ϑυσιαστήριον πάντων τῶν γενημάτων· τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευι τοῖς ϑεραπεύουσιν ἐν Ιερουσαλημ. καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καϑ' ἕκαστον ἐνιαυτόν.
Verse: 8    
καὶ τὴν τρίτην ἐδίδουν οἷς καϑήκει, καϑὼς ἐνετείλατο Δεββωρα μήτηρ τοῦ πατρός μου, διότι ὀρϕανὸς κατελείϕϑην ὑπὸ τοῦ πατρός μου.
Verse: 9    
καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ανναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβιαν.
Verse: 10    
καὶ ὅτε ᾐχμαλωτίσϑην εἰς Νινευη, πάντες οἱ ἀδελϕοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσϑιον ἐκ τῶν ἄρτων τῶν ἐϑνῶν·
Verse: 11    
ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ ϕαγεῖν,
Verse: 12    
καϑότι ἐμεμνήμην τοῦ ϑεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.
Verse: 13    
καὶ ἔδωκεν ὕψιστος χάριν καὶ μορϕὴν ἐνώπιον Ενεμεσσαρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής·
Verse: 14    
καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεϑέμην Γαβαήλῳ τῷ ἀδελϕῷ Γαβρια ἐν Ραγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.
Verse: 15    
Καὶ ὅτε ἀπέϑανεν Ενεμεσσαρος, ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν, καὶ οὐκέτι ἠδυνάσϑην πορευϑῆναι εἰς τὴν Μηδίαν.
Verse: 16    
καὶ ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελϕοῖς μου·
Verse: 17    
τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐϑεώρουν τεϑνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη, ἔϑαπτον αὐτόν.
Verse: 18    
καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ βασιλεύς, ὅτε ἦλϑεν ϕεύγων ἐκ τῆς Ιουδαίας, ἔϑαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ ϑυμῷ αὐτοῦ· καὶ ἐζητήϑη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέϑη.
Verse: 19    
πορευϑεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ϑάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποϑανεῖν, ϕοβηϑεὶς ἀνεχώρησα.
Verse: 20    
καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείϕϑη μοι οὐδὲν πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου.
Verse: 21    
καὶ οὐ διῆλϑον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ· καὶ ἔϕυγον εἰς τὰ ὄρη Αραρατ, καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. καὶ ἔταξεν Αχιαχαρον τὸν Αναηλ υἱὸν τοῦ ἀδελϕοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν.
Verse: 22    
καὶ ἠξίωσεν Αχιαχαρος περὶ ἐμοῦ, καὶ ἦλϑον εἰς Νινευη. Αχιαχαρος δὲ ἦν οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας· ἦν δὲ ἐξάδελϕός μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.