TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 495
Previous part

Chapter: 10 
Verse: 1    Καὶ Τωβιτ πατὴρ αὐτοῦ ἐλογίζετο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώϑησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο,
Verse: 2    
εἶπεν Μήποτε κατῄσχυνται; μήποτε ἀπέϑανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον;
Verse: 3    
καὶ ἐλυπεῖτο λίαν.
Verse: 4    
εἶπεν δὲ αὐτῷ γυνή ᾽Απώλετο τὸ παιδίον, διότι κεχρόνικεν· καὶ ἤρξατο ϑρηνεῖν αὐτὸν καὶ εἶπεν
Verse: 5    
Οὐ μέλει μοι, τέκνον, ὅτι ἀϕῆκά σε τὸ ϕῶς τῶν ὀϕϑαλμῶν μου;
Verse: 6    
καὶ Τωβιτ λέγει αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ὑγιαίνει.
Verse: 7    
καὶ εἶπεν αὐτῷ Σίγα, μὴ πλάνα με· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καϑ' ἡμέραν εἰς τὴν ὁδὸν ἔξω, οἵας ἀπῆλϑεν, ἡμέρας τε ἄρτον οὐκ ἤσϑιεν, τὰς δὲ νύκτας οὐ διελίμπανεν ϑρηνοῦσα Τωβιαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσϑησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι αὐτὸν ἐκεῖ.
Verse: 8    
Εἶπεν δὲ Τωβιας τῷ Ραγουηλ ᾽Εξαπόστειλόν με, ὅτι πατήρ μου καὶ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσϑαί με.
Verse: 9    
εἶπεν δὲ αὐτῷ πενϑερὸς αὐτοῦ Μεῖνον παρ' ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ. καὶ Τωβιας λέγει Οὐχί, ἀλλὰ ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου.
Verse: 10    
ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη καὶ ἀργύριον·
Verse: 11    
καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων Εὐοδώσει ὑμᾶς, τέκνα, ϑεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποϑανεῖν.
Verse: 12    
καὶ εἶπεν τῇ ϑυγατρὶ αὐτοῦ Τίμα τοὺς πενϑερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν. καὶ ἐϕίλησεν αὐτήν.
Verse: 13    
καὶ Εδνα εἶπεν πρὸς Τωβιαν ῎Αδελϕε ἀγαπητέ, ἀποκαταστήσαι σε κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς ϑυγατρός μου, ἵνα εὐϕρανϑῶ ἐνώπιον τοῦ κυρίου· καὶ ἰδοὺ παρατίϑεμαί σοι τὴν ϑυγατέρα μου ἐν παρακαταϑήκῃ, μὴ λυπήσῃς αὐτήν.
Verse: 14    
μετὰ ταῦτα ἐπορεύετο Τωβιας εὐλογῶν τὸν ϑεόν, ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ραγουηλ καὶ Εδναν τὴν γυναῖκα αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.