TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 496
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευη. καὶ εἶπεν Ραϕαηλ πρὸς Τωβιαν
Verse: 2    
Οὐ γινώσκεις, ἄδελϕε, πῶς ἀϕῆκας τὸν πατέρα σου;
Verse: 3    
προδράμωμεν ἔμπροσϑεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν·
Verse: 4    
λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχϑύος. καὶ ἐπορεύϑησαν, καὶ συνῆλϑεν κύων ὄπισϑεν αὐτῶν.
Verse: 5    
καὶ Αννα ἐκάϑητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς·
Verse: 6    
καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ ᾽Ιδοὺ υἱός σου ἔρχεται καὶ ἄνϑρωπος πορευϑεὶς μετ' αὐτοῦ.
Verse: 7    
καὶ Ραϕαηλ εἶπεν ᾽Επίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀϕϑαλμοὺς πατήρ σου·
Verse: 8    
σὺ οὖν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, καὶ δηχϑεὶς διατρίψει καὶ ἀποβαλεῖ τὰ λευκώματα καὶ ὄψεταί σε.
Verse: 9    
καὶ προσδραμοῦσα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποϑανοῦμαι. καὶ ἔκλαυσαν ἀμϕότεροι.
Verse: 10    
καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν ϑύραν καὶ προσέκοπτεν, δὲ υἱὸς προσέδραμεν αὐτῷ
Verse: 11    
καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀϕϑαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων Θάρσει, πάτερ.
Verse: 12    
ὡς δὲ συνεδήχϑησαν, διέτριψε τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, καὶ ἐλεπίσϑη ἀπὸ τῶν κανϑῶν τῶν ὀϕϑαλμῶν αὐτοῦ τὰ λευκώματα.
Verse: 13    
καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν
Verse: 14    
Εὐλογητὸς εἶ, ϑεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι· ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με, ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου.
Verse: 15    
καὶ εἰσῆλϑεν υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ.
Verse: 16    
Καὶ ἐξῆλϑεν Τωβιτ εἰς συνάντησιν τῇ νύμϕῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν ϑεὸν πρὸς τῇ πύλῃ Νινευη· καὶ ἐϑαύμαζον οἱ ϑεωροῦντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν, καὶ Τωβιτ ἐξωμολογεῖτο ἐνώπιον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ϑεός.
Verse: 17    
καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τῇ νύμϕῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων ῎Ελϑοις ὑγιαίνουσα, ϑύγατερ· εὐλογητὸς ϑεός, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, καὶ πατήρ σου καὶ μήτηρ σου.
Verse: 18    
καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευη ἀδελϕοῖς αὐτοῦ.
Verse: 19    
καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ἐξάδελϕος αὐτοῦ, καὶ ἤχϑη γάμος Τωβια μετ' εὐϕροσύνης ἑπτὰ ἡμέρας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.