TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 497
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ ῞Ορα, τέκνον, μισϑὸν τῷ ἀνϑρώπῳ τῷ συνελϑόντι σοι, καὶ προσϑεῖναι αὐτῷ δεῖ.
Verse: 2    
καὶ εἶπεν αὐτῷ Πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα,
Verse: 3    
ὅτι με ἀγείοχέν σοι ὑγιῆ καὶ τὴν γυναῖκά μου ἐϑεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐϑεράπευσεν.
Verse: 4    
καὶ εἶπεν πρεσβύτης Δικαιοῦται αὐτῷ.
Verse: 5    
καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ Λαβὲ τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε.
Verse: 6    
Τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς Εὐλογεῖτε τὸν ϑεὸν καὶ αὐτῷ ἐξομολογεῖσϑε, μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξομολογεῖσϑε ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησεν μεϑ' ὑμῶν· ἀγαϑὸν τὸ εὐλογεῖν τὸν ϑεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ ϑεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσϑαι αὐτῷ.
Verse: 7    
μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ ϑεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαϑὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς.
Verse: 8    
ἀγαϑὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαϑὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ϑησαυρίσαι χρυσίον.
Verse: 9    
ἐλεημοσύνη γὰρ ἐκ ϑανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαϑαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησϑήσονται ζωῆς·
Verse: 10    
οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς.
Verse: 11    
οὐ μὴ κρύψω ἀϕ' ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δή Μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ ϑεοῦ ἀνακαλύπτειν ἐνδόξως.
Verse: 12    
καὶ νῦν ὅτε προσηύξω σὺ καὶ νύμϕη σου Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔϑαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι.
Verse: 13    
καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελϑὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαϑές με ἀγαϑοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην.
Verse: 14    
καὶ νῦν ἀπέστειλέν με ϑεὸς ἰάσασϑαί σε καὶ τὴν νύμϕην σου Σαρραν.
Verse: 15    
ἐγώ εἰμι Ραϕαηλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναϕέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου.
Verse: 16    
Καὶ ἐταράχϑησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐϕοβήϑησαν.
Verse: 17    
καὶ εἶπεν αὐτοῖς Μὴ ϕοβεῖσϑε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ ϑεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα.
Verse: 18    
ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ ϑελήσει τοῦ ϑεοῦ ἡμῶν ἦλϑον· ὅϑεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα.
Verse: 19    
πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔϕαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐϑεωρεῖτε.
Verse: 20    
καὶ νῦν ἐξομολογεῖσϑε τῷ ϑεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσϑέντα εἰς βιβλίον.
Verse: 21    
καὶ ἀνέστησαν· καὶ οὐκέτι εἶδον αὐτόν.
Verse: 22    
καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ ϑαυμαστὰ τοῦ ϑεοῦ καὶ ὡς ὤϕϑη αὐτοῖς ἄγγελος κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.