TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 498
Previous part

Chapter: 13 
Verse: 1    Καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν
Verse: 2    
Εὐλογητὸς ϑεὸς ζῶν εἰς τοὺς αἰῶνας καὶ βασιλεία // αὐτοῦ, ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκϕεύξεται τὴν χεῖρα αὐτοῦ.
Verse: 3    
ἐξομολογεῖσϑε αὐτῷ, οἱ υἱοὶ Ισραηλ, ἐνώπιον τῶν ἐϑνῶν, ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς·
Verse: 4    
ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος, καϑότι αὐτὸς κύριος ἡμῶν καὶ ϑεός, αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας.
Verse: 5    
καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐϑνῶν, οὗ ἐὰν σκορπισϑῆτε ἐν αὐτοῖς.
Verse: 6    
ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήϑειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀϕ' ὑμῶν.
Verse: 7    
καὶ ϑεάσασϑε ποιήσει μεϑ' ὑμῶν, καὶ ἐξομολογήσασϑε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν· καὶ εὐλογήσατε τὸν κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων.
Verse: 8    
ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔϑνει ἁμαρτωλῶν ᾽Επιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον // αὐτοῦ· τίς γινώσκει εἰ ϑελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;
Verse: 9    
τὸν ϑεόν μου ὑψῶ καὶ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ.
Verse: 10    
λεγέτωσαν πάντες καὶ ἐξομολογείσϑωσαν αὐτῷ ἐν Ιεροσολύμοις Ιεροσόλυμα πόλις ἁγία, μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων.
Verse: 11    
ἐξομολογοῦ τῷ κυρίῳ ἀγαϑῶς καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν σκηνὴ αὐτοῦ οἰκοδομηϑῇ σοι μετὰ χαρᾶς.
Verse: 12    
καὶ εὐϕράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.
Verse: 13    
ἔϑνη πολλὰ μακρόϑεν ἥξει πρὸς τὸ ὄνομα κυρίου τοῦ ϑεοῦ δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ, γενεαὶ γενεῶν δώσουσίν σοι ἀγαλλίαμα.
Verse: 14    
ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε· εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα.
Verse: 15    
χάρηϑι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχϑήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων· μακάριοι οἱ ἀγαπῶντές σε, χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου.
Verse: 16    
μακάριοι ὅσοι ἐλυπήϑησαν ἐπὶ πάσαις ταῖς μάστιξίν σου, ὅτι ἐπὶ σοὶ χαρήσονται ϑεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐϕρανϑήσονται εἰς τὸν αἰῶνα. ψυχή μου εὐλογείτω τὸν ϑεὸν τὸν βασιλέα τὸν μέγαν.
Verse: 17    
ὅτι οἰκοδομηϑήσεται Ιερουσαλημ σαπϕείρῳ καὶ σμαράγδῳ καὶ λίϑῳ ἐντίμῳ τὰ τείχη σου καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καϑαρῷ, καὶ αἱ πλατεῖαι Ιερουσαλημ βηρύλλῳ καὶ ἄνϑρακι καὶ λίϑῳ // ἐκ Σουϕιρ ψηϕολογηϑήσονται.
Verse: 18    
καὶ ἐροῦσιν πᾶσαι αἱ ῥῦμαι αὐτῆς Αλληλουια καὶ αἰνέσουσιν λέγοντες Εὐλογητὸς ϑεός, ὃς ὕψωσεν πάντας τοὺς αἰῶνας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.