TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 499
Previous part

Chapter: 14 
Verse: 1    καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβιτ.
Verse: 2    
Καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτώ, ὅτε ἀπώλεσεν τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν· καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέϑετο ϕοβεῖσϑαι κύριον τὸν ϑεὸν καὶ ἐξομολογεῖσϑαι αὐτῷ.
Verse: 3    
μεγάλως δὲ ἐγήρασεν· καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ Τέκνον, λαβὲ τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι.
Verse: 4    
ἄπελϑε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας προϕήτης περὶ Νινευη ὅτι καταστραϕήσεται, ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ, καὶ ὅτι οἱ ἀδελϕοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισϑήσονται ἀπὸ τῆς ἀγαϑῆς γῆς, καὶ Ιεροσόλυμα ἔσται ἔρημος, καὶ οἶκος τοῦ ϑεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου.
Verse: 5    
καὶ πάλιν ἐλεήσει αὐτοὺς ϑεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσιν τὸν οἶκον, οὐχ οἷος πρότερος, ἕως πληρωϑῶσιν καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως, καὶ οἶκος τοῦ ϑεοῦ ἐν αὐτῇ οἰκοδομηϑήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ, καϑὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προϕῆται.
Verse: 6    
καὶ πάντα τὰ ἔϑνη ἐπιστρέψουσιν ἀληϑινῶς ϕοβεῖσϑαι κύριον τὸν ϑεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν, καὶ εὐλογήσουσιν πάντα τὰ ἔϑνη τὸν κύριον.
Verse: 7    
καὶ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ ϑεῷ, καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες κύριον τὸν ϑεὸν ἐν ἀληϑείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελϕοῖς ἡμῶν.
Verse: 8    
καὶ νῦν, τέκνον, ἄπελϑε ἀπὸ Νινευη, ὅτι πάντως ἔσται ἐλάλησεν προϕήτης Ιωνας.
Verse: 9    
σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου ϕιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς , καὶ ϑάψον με καλῶς καὶ τὴν μητέρα σου μετ' ἐμοῦ· καὶ μηκέτι αὐλισϑῆτε εἰς Νινευη.
Verse: 10    
τέκνον, ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ ϑρέψαντι αὐτόν, ὡς ἐκ τοῦ ϕωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Αχιαχαρος μὲν ἐσώϑη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόϑη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώϑη ἐκ παγίδος ϑανάτου, ἧς ἔπηξεν αὐτῷ, Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο.
Verse: 11    
καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ῥύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ψυχὴ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ· καὶ ἔϑαψεν αὐτὸν ἐνδόξως.
Verse: 12    
Καὶ ὅτε ἀπέϑανεν Αννα, ἔϑαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ. ἀπῆλϑεν δὲ Τωβιας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς ᾽Εκβάτανα πρὸς Ραγουηλ τὸν πενϑερὸν αὐτοῦ.
Verse: 13    
καὶ ἐγήρασεν ἐντίμως καὶ ἔϑαψεν τοὺς πενϑεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβιτ τοῦ πατρὸς αὐτοῦ.
Verse: 14    
καὶ ἀπέϑανεν ἐτῶν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν ᾽Εκβατάνοις τῆς Μηδίας.
Verse: 15    
καὶ ἤκουσεν πρὶν ἀποϑανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη, ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος· ἐχάρη πρὸ τοῦ ἀποϑανεῖν ἐπὶ Νινευη. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.