TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 499
Chapter: 14
Verse: 1
καὶ
ἐπαύσατο
ἐξομολογούμενος
Τωβιτ
.
Verse: 2
Καὶ
ἦν
ἐτῶν
πεντήκοντα
ὀκτώ
,
ὅτε
ἀπώλεσεν
τὰς
ὄψεις
,
καὶ
μετὰ
ἔτη
ὀκτὼ
ἀνέβλεψεν
·
καὶ
ἐποίει
ἐλεημοσύνας
καὶ
προσέϑετο
ϕοβεῖσϑαι
κύριον
τὸν
ϑεὸν
καὶ
ἐξομολογεῖσϑαι
αὐτῷ
.
Verse: 3
μεγάλως
δὲ
ἐγήρασεν
·
καὶ
ἐκάλεσεν
τὸν
υἱὸν
αὐτοῦ
καὶ
τοὺς
υἱοὺς
αὐτοῦ
καὶ
εἶπεν
αὐτῷ
Τέκνον
,
λαβὲ
τοὺς
υἱούς
σου
·
ἰδοὺ
γεγήρακα
καὶ
πρὸς
τὸ
ἀποτρέχειν
ἐκ
τοῦ
ζῆν
εἰμι
.
Verse: 4
ἄπελϑε
εἰς
τὴν
Μηδίαν
,
τέκνον
,
ὅτι
πέπεισμαι
ὅσα
ἐλάλησεν
Ιωνας
ὁ
προϕήτης
περὶ
Νινευη
ὅτι
καταστραϕήσεται
,
ἐν
δὲ
τῇ
Μηδίᾳ
ἔσται
εἰρήνη
μᾶλλον
ἕως
καιροῦ
,
καὶ
ὅτι
οἱ
ἀδελϕοὶ
ἡμῶν
ἐν
τῇ
γῇ
σκορπισϑήσονται
ἀπὸ
τῆς
ἀγαϑῆς
γῆς
,
καὶ
Ιεροσόλυμα
ἔσται
ἔρημος
,
καὶ
ὁ
οἶκος
τοῦ
ϑεοῦ
ἐν
αὐτῇ
κατακαήσεται
καὶ
ἔρημος
ἔσται
μέχρι
χρόνου
.
Verse: 5
καὶ
πάλιν
ἐλεήσει
αὐτοὺς
ὁ
ϑεὸς
καὶ
ἐπιστρέψει
αὐτοὺς
εἰς
τὴν
γῆν
,
καὶ
οἰκοδομήσουσιν
τὸν
οἶκον
,
οὐχ
οἷος
ὁ
πρότερος
,
ἕως
πληρωϑῶσιν
καιροὶ
τοῦ
αἰῶνος
.
καὶ
μετὰ
ταῦτα
ἐπιστρέψουσιν
ἐκ
τῶν
αἰχμαλωσιῶν
καὶ
οἰκοδομήσουσιν
Ιερουσαλημ
ἐντίμως
,
καὶ
ὁ
οἶκος
τοῦ
ϑεοῦ
ἐν
αὐτῇ
οἰκοδομηϑήσεται
εἰς
πάσας
τὰς
γενεὰς
τοῦ
αἰῶνος
οἰκοδομῇ
ἐνδόξῳ
,
καϑὼς
ἐλάλησαν
περὶ
αὐτῆς
οἱ
προϕῆται
.
Verse: 6
καὶ
πάντα
τὰ
ἔϑνη
ἐπιστρέψουσιν
ἀληϑινῶς
ϕοβεῖσϑαι
κύριον
τὸν
ϑεὸν
καὶ
κατορύξουσιν
τὰ
εἴδωλα
αὐτῶν
,
καὶ
εὐλογήσουσιν
πάντα
τὰ
ἔϑνη
τὸν
κύριον
.
Verse: 7
καὶ
ὁ
λαὸς
αὐτοῦ
ἐξομολογήσεται
τῷ
ϑεῷ
,
καὶ
ὑψώσει
κύριος
τὸν
λαὸν
αὐτοῦ
,
καὶ
χαρήσονται
πάντες
οἱ
ἀγαπῶντες
κύριον
τὸν
ϑεὸν
ἐν
ἀληϑείᾳ
καὶ
δικαιοσύνῃ
,
ποιοῦντες
ἔλεος
τοῖς
ἀδελϕοῖς
ἡμῶν
.
Verse: 8
καὶ
νῦν
,
τέκνον
,
ἄπελϑε
ἀπὸ
Νινευη
,
ὅτι
πάντως
ἔσται
ἃ
ἐλάλησεν
ὁ
προϕήτης
Ιωνας
.
Verse: 9
σὺ
δὲ
τήρησον
τὸν
νόμον
καὶ
τὰ
προστάγματα
καὶ
γίνου
ϕιλελεήμων
καὶ
δίκαιος
,
ἵνα
σοι
καλῶς
ᾖ
,
καὶ
ϑάψον
με
καλῶς
καὶ
τὴν
μητέρα
σου
μετ
'
ἐμοῦ
·
καὶ
μηκέτι
αὐλισϑῆτε
εἰς
Νινευη
.
Verse: 10
τέκνον
,
ἰδὲ
τί
ἐποίησεν
Αμαν
Αχιαχάρῳ
τῷ
ϑρέψαντι
αὐτόν
,
ὡς
ἐκ
τοῦ
ϕωτὸς
ἤγαγεν
αὐτὸν
εἰς
τὸ
σκότος
,
καὶ
ὅσα
ἀνταπέδωκεν
αὐτῷ
·
καὶ
Αχιαχαρος
μὲν
ἐσώϑη
,
ἐκείνῳ
δὲ
τὸ
ἀνταπόδομα
ἀπεδόϑη
,
καὶ
αὐτὸς
κατέβη
εἰς
τὸ
σκότος
.
Μανασσης
ἐποίησεν
ἐλεημοσύνην
καὶ
ἐσώϑη
ἐκ
παγίδος
ϑανάτου
,
ἧς
ἔπηξεν
αὐτῷ
,
Αμαν
δὲ
ἐνέπεσεν
εἰς
τὴν
παγίδα
καὶ
ἀπώλετο
.
Verse: 11
καὶ
νῦν
,
παιδία
,
ἴδετε
τί
ἐλεημοσύνη
ποιεῖ
,
καὶ
τί
δικαιοσύνη
ῥύεται
.
καὶ
ταῦτα
αὐτοῦ
λέγοντος
ἐξέλιπεν
αὐτοῦ
ἡ
ψυχὴ
ἐπὶ
τῆς
κλίνης
·
ἦν
δὲ
ἐτῶν
ἑκατὸν
πεντήκοντα
ὀκτώ
·
καὶ
ἔϑαψεν
αὐτὸν
ἐνδόξως
.
Verse: 12
Καὶ
ὅτε
ἀπέϑανεν
Αννα
,
ἔϑαψεν
αὐτὴν
μετὰ
τοῦ
πατρὸς
αὐτοῦ
.
ἀπῆλϑεν
δὲ
Τωβιας
μετὰ
τῆς
γυναικὸς
αὐτοῦ
καὶ
τῶν
υἱῶν
αὐτοῦ
εἰς
᾽Εκβάτανα
πρὸς
Ραγουηλ
τὸν
πενϑερὸν
αὐτοῦ
.
Verse: 13
καὶ
ἐγήρασεν
ἐντίμως
καὶ
ἔϑαψεν
τοὺς
πενϑεροὺς
αὐτοῦ
ἐνδόξως
καὶ
ἐκληρονόμησεν
τὴν
οὐσίαν
αὐτῶν
καὶ
Τωβιτ
τοῦ
πατρὸς
αὐτοῦ
.
Verse: 14
καὶ
ἀπέϑανεν
ἐτῶν
ἑκατὸν
εἴκοσι
ἑπτὰ
ἐν
᾽Εκβατάνοις
τῆς
Μηδίας
.
Verse: 15
καὶ
ἤκουσεν
πρὶν
ἢ
ἀποϑανεῖν
αὐτὸν
τὴν
ἀπώλειαν
Νινευη
,
ἣν
ᾐχμαλώτισεν
Ναβουχοδονοσορ
καὶ
Ασυηρος
·
ἐχάρη
πρὸ
τοῦ
ἀποϑανεῖν
ἐπὶ
Νινευη
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.