TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 487
Previous part

Chapter: 2 
Verse: 1    ῞Οτε δὲ κατῆλϑον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόϑη μοι Αννα γυνή μου καὶ Τωβιας υἱός μου, ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ, ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήϑη ἄριστον καλόν μοι, καὶ ἀνέπεσα τοῦ ϕαγεῖν.
Verse: 2    
καὶ ἐϑεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου Βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελϕῶν ἡμῶν ἐνδεῆ, ὃς μέμνηται τοῦ κυρίου· καὶ ἰδοὺ μενῶ σε.
Verse: 3    
καὶ ἐλϑὼν εἶπεν Πάτερ, εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ.
Verse: 4    
κἀγὼ πρὶν γεύσασϑαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα, ἕως οὗ ἔδυ ἥλιος.
Verse: 5    
καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσϑιον τὸν ἄρτον μου ἐν λύπῃ·
Verse: 6    
καὶ ἐμνήσϑην τῆς προϕητείας Αμως, καϑὼς εἶπεν Στραϕήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένϑος καὶ πᾶσαι αἱ εὐϕροσύναι ὑμῶν εἰς ϑρῆνον καὶ ἔκλαυσα.
Verse: 7    
καὶ ὅτε ἔδυ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔϑαψα αὐτόν.
Verse: 8    
καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες Οὐκέτι ϕοβεῖται ϕονευϑῆναι περὶ τοῦ πράγματος τούτου· καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν ϑάπτει τοὺς νεκρούς.
Verse: 9    
καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα ϑάψας καὶ ἐκοιμήϑην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν·
Verse: 10    
καὶ οὐκ ᾔδειν ὅτι στρουϑία ἐν τῷ τοίχῳ ἐστίν, καὶ τῶν ὀϕϑαλμῶν μου ἀνεῳγότων ἀϕώδευσαν τὰ στρουϑία ϑερμὸν εἰς τοὺς ὀϕϑαλμούς μου, καὶ ἐγενήϑη λευκώματα εἰς τοὺς ὀϕϑαλμούς μου. καὶ ἐπορεύϑην πρὸς ἰατρούς, καὶ οὐκ ὠϕέλησάν με· Αχιαχαρος δὲ ἔτρεϕέν με, ἕως οὗ ἐπορεύϑη εἰς τὴν ᾽Ελυμαίδα.
Verse: 11    
Καὶ γυνή μου Αννα ἠριϑεύετο ἐν τοῖς γυναικείοις·
Verse: 12    
καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισϑὸν προσδόντες καὶ ἔριϕον.
Verse: 13    
ὅτε δὲ ἦλϑεν πρός με, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόϑεν τὸ ἐρίϕιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ ϑεμιτόν ἐστιν ϕαγεῖν κλεψιμαῖον.
Verse: 14    
δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισϑῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καὶ ἠρυϑρίων πρὸς αὐτήν· δὲ ἀποκριϑεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.