TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 488
Previous part

Chapter: 3 
Verse: 1    καὶ λυπηϑεὶς ἔκλαυσα καὶ προσευξάμην μετ' ὀδύνης λέγων
Verse: 2    
Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήϑεια, καὶ κρίσιν ἀληϑινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
Verse: 3    
μνήσϑητί μου καὶ ἐπίβλεψον ἐπ' ἐμέ· μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἥμαρτον ἐνώπιόν σου·
Verse: 4    
παρήκουσαν γὰρ τῶν ἐντολῶν σου. ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ ϑάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔϑνεσιν, ἐν οἷς ἐσκορπίσμεϑα.
Verse: 5    
καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληϑιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύϑημεν ἐν ἀληϑείᾳ ἐνώπιόν σου.
Verse: 6    
καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ' ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυϑῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποϑανεῖν ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί· ἐπίταξον ἀπολυϑῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.
Verse: 7    
᾽Εν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ ϑυγατρὶ Ραγουηλ Σαρρα ἐν ᾽Εκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισϑῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
Verse: 8    
ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν γενέσϑαι αὐτοὺς μετ' αὐτῆς ὡς ἐν γυναιξίν. καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσϑης.
Verse: 9    
τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέϑαναν, βάδιζε μετ' αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ϑυγατέρα εἰς τὸν αἰῶνα.
Verse: 10    
ταῦτα ἀκούσασα ἐλυπήϑη σϕόδρα ὥστε ἀπάγξασϑαι. καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἐστιν, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ' ὀδύνης εἰς ᾅδου.
Verse: 11    
καὶ ἐδεήϑη πρὸς τῇ ϑυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, κύριε ϑεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
Verse: 12    
καὶ νῦν, κύριε, τοὺς ὀϕϑαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα·
Verse: 13    
εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
Verse: 14    
σὺ γινώσκεις, κύριε, ὅτι καϑαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς
Verse: 15    
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, κληρονομήσει αὐτόν, οὐδὲ ἀδελϕὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ' ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
Verse: 16    
Καὶ εἰσηκούσϑη προσευχὴ ἀμϕοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραϕαηλ,
Verse: 17    
καὶ ἀπεστάλη ἰάσασϑαι τοὺς δύο, τοῦ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν τοῦ Ραγουηλ δοῦναι Τωβια τῷ υἱῷ Τωβιτ γυναῖκα καὶ δῆσαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβια ἐπιβάλλει κληρονομῆσαι αὐτήν. ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβιτ εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σαρρα τοῦ Ραγουηλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.