TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 489
Previous part

Chapter: 4 
Verse: 1    ᾽Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσϑη Τωβιτ περὶ τοῦ ἀργυρίου, οὗ παρέϑετο Γαβαηλ ἐν ῾Ράγοις τῆς Μηδίας,
Verse: 2    
καὶ εἶπεν ἐν ἑαυτῷ ᾽Εγὼ ᾐτησάμην ϑάνατον· τί οὐ καλῶ Τωβιαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποϑανεῖν με;
Verse: 3    
καὶ καλέσας αὐτὸν εἶπεν Παιδίον, ἐὰν ἀποϑάνω, ϑάψον με· καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου, τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν.
Verse: 4    
μνήσϑητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· ὅταν ἀποϑάνῃ, ϑάψον αὐτὴν παρ' ἐμοὶ ἐν ἑνὶ τάϕῳ.
Verse: 5    
πάσας τὰς ἡμέρας, παιδίον, κυρίου τοῦ ϑεοῦ ἡμῶν μνημόνευε καὶ μὴ ϑελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευϑῇς ταῖς ὁδοῖς τῆς ἀδικίας·
Verse: 6    
διότι ποιοῦντός σου τὴν ἀλήϑειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου.
Verse: 7    
καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ ϕϑονεσάτω σου ὀϕϑαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραϕῇ τὸ πρόσωπον τοῦ ϑεοῦ.
Verse: 8    
ὡς σοὶ ὑπάρχει, κατὰ τὸ πλῆϑος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ ϕοβοῦ ποιεῖν ἐλεημοσύνην·
Verse: 9    
ϑέμα γὰρ ἀγαϑὸν ϑησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης·
Verse: 10    
διότι ἐλεημοσύνη ἐκ ϑανάτου ῥύεται καὶ οὐκ ἐᾷ εἰσελϑεῖν εἰς τὸ σκότος·
Verse: 11    
δῶρον γὰρ ἀγαϑόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου.
Verse: 12    
πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, οὐκ ἔστιν ἐκ τῆς ϕυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προϕητῶν ἐσμεν. Νωε, Αβρααμ, Ισαακ, Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσϑητι, παιδίον, ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελϕῶν αὐτῶν καὶ εὐλογήϑησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.
Verse: 13    
καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελϕούς σου καὶ μὴ ὑπερηϕανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελϕῶν σου καὶ τῶν υἱῶν καὶ ϑυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα, διότι ἐν τῇ ὑπερηϕανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· γὰρ ἀχρειότης μήτηρ ἐστὶν τοῦ λιμοῦ.
Verse: 14    
μισϑὸς παντὸς ἀνϑρώπου, ὃς ἐὰν ἐργάσηται, παρὰ σοὶ μὴ αὐλισϑήτω, ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα, καὶ ἐὰν δουλεύσῃς τῷ ϑεῷ, ἀποδοϑήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσϑι πεπαιδευμένος ἐν πάσῃ ἀναστροϕῇ σου.
Verse: 15    
καὶ μισεῖς, μηδενὶ ποιήσῃς. οἶνον εἰς μέϑην μὴ πίῃς, καὶ μὴ πορευϑήτω μετὰ σοῦ μέϑη ἐν τῇ ὁδῷ σου.
Verse: 16    
ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν, ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ ϕϑονεσάτω σου ὀϕϑαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.
Verse: 17    
ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάϕον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.
Verse: 18    
συμβουλίαν παρὰ παντὸς ϕρονίμου ζήτησον καὶ μὴ καταϕρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.
Verse: 19    
καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν ϑεὸν καὶ παρ' αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐϑεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωϑῶσιν· διότι πᾶν ἔϑνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς κύριος δίδωσιν πάντα τὰ ἀγαϑὰ καὶ ὃν ἐὰν ϑέλῃ, ταπεινοῖ, καϑὼς βούλεται. καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειϕϑήτωσαν ἐκ τῆς καρδίας σου.
Verse: 20    
καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, παρεϑέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν ῾Ράγοις τῆς Μηδίας.
Verse: 21    
καὶ μὴ ϕοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλά, ἐὰν ϕοβηϑῇς τὸν ϑεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.