TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 490
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἀποκριϑεὶς Τωβιας εἶπεν αὐτῷ Πάτερ, ποιήσω πάντα, ὅσα ἐντέταλσαί μοι·
Verse: 2    
ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν;
Verse: 3    
καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραϕον καὶ εἶπεν αὐτῷ Ζήτησον σεαυτῷ ἄνϑρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισϑόν, ἕως ζῶ· καὶ λαβὲ πορευϑεὶς τὸ ἀργύριον.
Verse: 4    
καὶ ἐπορεύϑη ζητῆσαι ἄνϑρωπον καὶ εὗρεν τὸν Ραϕαηλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει·
Verse: 5    
καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευϑῆναι μετὰ σοῦ ἐν ῾Ράγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων;
Verse: 6    
καὶ εἶπεν αὐτῷ ἄγγελος Πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελϕὸν ἡμῶν ηὐλίσϑην.
Verse: 7    
καὶ εἶπεν αὐτῷ Τωβιας ῾Υπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί μου.
Verse: 8    
καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς.
Verse: 9    
καὶ εἰσελϑὼν εἶπεν τῷ πατρί ᾽Ιδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. δὲ εἶπεν Φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας ϕυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευϑῆναι μετὰ σοῦ.
Verse: 10    
καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλϑεν, καὶ ἠσπάσαντο ἀλλήλους.
Verse: 11    
καὶ εἶπεν αὐτῷ Τωβιτ ῎Αδελϕε, ἐκ ποίας ϕυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ; ὑπόδειξόν μοι.
Verse: 12    
καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς μίσϑιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβιτ Βούλομαι, ἄδελϕε, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα.
Verse: 13    
δὲ εἶπεν ᾽Εγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελϕῶν σου.
Verse: 14    
καὶ εἶπεν αὐτῷ ῾Υγιαίνων ἔλϑοις, ἄδελϕε· καὶ μή μοι ὀργισϑῇς ὅτι ἐζήτησα τὴν ϕυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελϕός μου ἐκ τῆς καλῆς καὶ ἀγαϑῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαϑαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου, ὡς ἐπορευόμεϑα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναϕέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων, καὶ οὐκ ἐπλανήϑησαν ἐν τῇ πλάνῃ τῶν ἀδελϕῶν ἡμῶν. ἐκ ῥίζης καλῆς εἶ, ἄδελϕε.
Verse: 15    
ἀλλ' εἰπόν μοι τίνα σοι ἔσομαι μισϑὸν διδόναι· δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου;
Verse: 16    
καὶ ἔτι προσϑήσω σοι ἐπὶ τὸν μισϑόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.
Verse: 17    
καὶ εὐδόκησαν οὕτως. καὶ εἶπεν πρὸς Τωβιαν ῞Ετοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωϑείητε. καὶ ἡτοίμασεν υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν. καὶ εἶπεν αὐτῷ πατὴρ αὐτοῦ Πορεύου μετὰ τοῦ ἀνϑρώπου· δὲ ἐν τῷ οὐρανῷ οἰκῶν ϑεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ἄγγελος αὐτοῦ συμπορευϑήτω ὑμῖν. καὶ ἐξῆλϑαν ἀμϕότεροι ἀπελϑεῖν καὶ κύων τοῦ παιδαρίου μετ' αὐτῶν.
Verse: 18    
ἔκλαυσεν δὲ Αννα μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ Τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; οὐχὶ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσϑαι αὐτὸν καὶ ἐκπορεύεσϑαι ἐνώπιον ἡμῶν;
Verse: 19    
ἀργύριον τῷ ἀργυρίῳ μὴ ϕϑάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο·
Verse: 20    
ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.
Verse: 21    
καὶ εἶπεν αὐτῇ Τωβιτ Μὴ λόγον ἔχε, ἀδελϕή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀϕϑαλμοί σου ὄψονται αὐτόν·
Verse: 22    
ἄγγελος γὰρ ἀγαϑὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωϑήσεται ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.
Verse: 23    
καὶ ἐπαύσατο κλαίουσα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.