TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 490
Chapter: 5
Verse: 1
Καὶ
ἀποκριϑεὶς
Τωβιας
εἶπεν
αὐτῷ
Πάτερ
,
ποιήσω
πάντα
,
ὅσα
ἐντέταλσαί
μοι
·
Verse: 2
ἀλλὰ
πῶς
δυνήσομαι
λαβεῖν
τὸ
ἀργύριον
καὶ
οὐ
γινώσκω
αὐτόν
;
Verse: 3
καὶ
ἔδωκεν
αὐτῷ
τὸ
χειρόγραϕον
καὶ
εἶπεν
αὐτῷ
Ζήτησον
σεαυτῷ
ἄνϑρωπον
,
ὃς
συμπορεύσεταί
σοι
,
καὶ
δώσω
αὐτῷ
μισϑόν
,
ἕως
ζῶ
·
καὶ
λαβὲ
πορευϑεὶς
τὸ
ἀργύριον
.
Verse: 4
καὶ
ἐπορεύϑη
ζητῆσαι
ἄνϑρωπον
καὶ
εὗρεν
τὸν
Ραϕαηλ
,
ὃς
ἦν
ἄγγελος
,
καὶ
οὐκ
ᾔδει
·
Verse: 5
καὶ
εἶπεν
αὐτῷ
Εἰ
δύναμαι
πορευϑῆναι
μετὰ
σοῦ
ἐν
῾Ράγοις
τῆς
Μηδίας
,
καὶ
εἰ
ἔμπειρος
εἶ
τῶν
τόπων
;
Verse: 6
καὶ
εἶπεν
αὐτῷ
ὁ
ἄγγελος
Πορεύσομαι
μετὰ
σοῦ
καὶ
τῆς
ὁδοῦ
ἐμπειρῶ
καὶ
παρὰ
Γαβαηλ
τὸν
ἀδελϕὸν
ἡμῶν
ηὐλίσϑην
.
Verse: 7
καὶ
εἶπεν
αὐτῷ
Τωβιας
῾Υπόμεινόν
με
,
καὶ
ἐρῶ
τῷ
πατρί
μου
.
Verse: 8
καὶ
εἶπεν
αὐτῷ
Πορεύου
καὶ
μὴ
χρονίσῃς
.
Verse: 9
καὶ
εἰσελϑὼν
εἶπεν
τῷ
πατρί
᾽Ιδοὺ
εὕρηκα
ὃς
συμπορεύσεταί
μοι
.
ὁ
δὲ
εἶπεν
Φώνησον
αὐτὸν
πρός
με
,
ἵνα
ἐπιγνῶ
ποίας
ϕυλῆς
ἐστιν
καὶ
εἰ
πιστὸς
τοῦ
πορευϑῆναι
μετὰ
σοῦ
.
Verse: 10
καὶ
ἐκάλεσεν
αὐτόν
,
καὶ
εἰσῆλϑεν
,
καὶ
ἠσπάσαντο
ἀλλήλους
.
Verse: 11
καὶ
εἶπεν
αὐτῷ
Τωβιτ
῎Αδελϕε
,
ἐκ
ποίας
ϕυλῆς
καὶ
ἐκ
ποίας
πατρίδος
σὺ
εἶ
;
ὑπόδειξόν
μοι
.
Verse: 12
καὶ
εἶπεν
αὐτῷ
Φυλὴν
καὶ
πατριὰν
σὺ
ζητεῖς
ἢ
μίσϑιον
,
ὃς
συμπορεύσεται
μετὰ
τοῦ
υἱοῦ
σου
;
καὶ
εἶπεν
αὐτῷ
Τωβιτ
Βούλομαι
,
ἄδελϕε
,
ἐπιγνῶναι
τὸ
γένος
σου
καὶ
τὸ
ὄνομα
.
Verse: 13
ὁ
δὲ
εἶπεν
᾽Εγὼ
Αζαριας
Ανανιου
τοῦ
μεγάλου
,
τῶν
ἀδελϕῶν
σου
.
Verse: 14
καὶ
εἶπεν
αὐτῷ
῾Υγιαίνων
ἔλϑοις
,
ἄδελϕε
·
καὶ
μή
μοι
ὀργισϑῇς
ὅτι
ἐζήτησα
τὴν
ϕυλήν
σου
καὶ
τὴν
πατριάν
σου
ἐπιγνῶναι
.
καὶ
σὺ
τυγχάνεις
ἀδελϕός
μου
ἐκ
τῆς
καλῆς
καὶ
ἀγαϑῆς
γενεᾶς
·
ἐπεγίνωσκον
γὰρ
ἐγὼ
Ανανιαν
καὶ
Ιαϑαν
τοὺς
υἱοὺς
Σεμειου
τοῦ
μεγάλου
,
ὡς
ἐπορευόμεϑα
κοινῶς
εἰς
Ιεροσόλυμα
προσκυνεῖν
ἀναϕέροντες
τὰ
πρωτότοκα
καὶ
τὰς
δεκάτας
τῶν
γενημάτων
,
καὶ
οὐκ
ἐπλανήϑησαν
ἐν
τῇ
πλάνῃ
τῶν
ἀδελϕῶν
ἡμῶν
.
ἐκ
ῥίζης
καλῆς
εἶ
,
ἄδελϕε
.
Verse: 15
ἀλλ
'
εἰπόν
μοι
τίνα
σοι
ἔσομαι
μισϑὸν
διδόναι
·
δραχμὴν
τῆς
ἡμέρας
καὶ
τὰ
δέοντά
σοι
ὡς
καὶ
τῷ
υἱῷ
μου
;
Verse: 16
καὶ
ἔτι
προσϑήσω
σοι
ἐπὶ
τὸν
μισϑόν
,
ἐὰν
ὑγιαίνοντες
ἐπιστρέψητε
.
Verse: 17
καὶ
εὐδόκησαν
οὕτως
.
καὶ
εἶπεν
πρὸς
Τωβιαν
῞Ετοιμος
γίνου
πρὸς
τὴν
ὁδόν
·
καὶ
εὐοδωϑείητε
.
καὶ
ἡτοίμασεν
ὁ
υἱὸς
αὐτοῦ
τὰ
πρὸς
τὴν
ὁδόν
.
καὶ
εἶπεν
αὐτῷ
ὁ
πατὴρ
αὐτοῦ
Πορεύου
μετὰ
τοῦ
ἀνϑρώπου
·
ὁ
δὲ
ἐν
τῷ
οὐρανῷ
οἰκῶν
ϑεὸς
εὐοδώσει
τὴν
ὁδὸν
ὑμῶν
,
καὶ
ὁ
ἄγγελος
αὐτοῦ
συμπορευϑήτω
ὑμῖν
.
καὶ
ἐξῆλϑαν
ἀμϕότεροι
ἀπελϑεῖν
καὶ
ὁ
κύων
τοῦ
παιδαρίου
μετ
'
αὐτῶν
.
Verse: 18
ἔκλαυσεν
δὲ
Αννα
ἡ
μήτηρ
αὐτοῦ
καὶ
εἶπεν
πρὸς
Τωβιτ
Τί
ἐξαπέστειλας
τὸ
παιδίον
ἡμῶν
;
ἢ
οὐχὶ
ἡ
ῥάβδος
τῆς
χειρὸς
ἡμῶν
ἐστιν
ἐν
τῷ
εἰσπορεύεσϑαι
αὐτὸν
καὶ
ἐκπορεύεσϑαι
ἐνώπιον
ἡμῶν
;
Verse: 19
ἀργύριον
τῷ
ἀργυρίῳ
μὴ
ϕϑάσαι
,
ἀλλὰ
περίψημα
τοῦ
παιδίου
ἡμῶν
γένοιτο
·
Verse: 20
ὡς
γὰρ
δέδοται
ἡμῖν
ζῆν
παρὰ
τοῦ
κυρίου
,
τοῦτο
ἱκανὸν
ἡμῖν
ὑπάρχει
.
Verse: 21
καὶ
εἶπεν
αὐτῇ
Τωβιτ
Μὴ
λόγον
ἔχε
,
ἀδελϕή
·
ὑγιαίνων
ἐλεύσεται
,
καὶ
οἱ
ὀϕϑαλμοί
σου
ὄψονται
αὐτόν
·
Verse: 22
ἄγγελος
γὰρ
ἀγαϑὸς
συμπορεύσεται
αὐτῷ
,
καὶ
εὐοδωϑήσεται
ἡ
ὁδὸς
αὐτοῦ
,
καὶ
ὑποστρέψει
ὑγιαίνων
.
Verse: 23
καὶ
ἐπαύσατο
κλαίουσα
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.