TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 491
Previous part

Chapter: 6 
Verse: 1    Οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλϑον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκεῖ.
Verse: 2    
τὸ δὲ παιδάριον κατέβη περικλύσασϑαι, καὶ ἀνεπήδησεν ἰχϑὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήϑη καταπιεῖν τὸ παιδάριον.
Verse: 3    
δὲ ἄγγελος εἶπεν αὐτῷ ᾽Επιλαβοῦ τοῦ ἰχϑύος. καὶ ἐκράτησεν τὸν ἰχϑὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.
Verse: 4    
καὶ εἶπεν αὐτῷ ἄγγελος ᾽Ανάτεμε τὸν ἰχϑὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν ϑὲς ἀσϕαλῶς.
Verse: 5    
καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ἄγγελος, τὸν δὲ ἰχϑὺν ὀπτήσαντες ἔϕαγον.
Verse: 6    
καὶ ὥδευον ἀμϕότεροι, ἕως ἤγγισαν ἐν ᾽Εκβατάνοις.
Verse: 7    
καὶ εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελϕε, τί ἐστιν τὸ ἧπαρ καὶ καρδία καὶ χολὴ τοῦ ἰχϑύος;
Verse: 8    
καὶ εἶπεν αὐτῷ ῾Η καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον πανεῦμα πονηρόν, ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνϑρώπου γυναικός, καὶ οὐκέτι οὐ μὴ ὀχληϑῇ·
Verse: 9    
δὲ χολή, ἐγχρῖσαι ἄνϑρωπον, ὃς ἔχει λευκώματα ἐν τοῖς ὀϕϑαλμοῖς, καὶ ἰαϑήσεται.
Verse: 10    
῾Ως δὲ προσήγγισαν τῇ Ραγη,
Verse: 11    
εἶπεν ἄγγελος τῷ παιδαρίῳ ῎Αδελϕε, σήμερον αὐλισϑησόμεϑα παρὰ Ραγουηλ, καὶ αὐτὸς συγγενής σού ἐστιν, καὶ ἔστιν αὐτῷ ϑυγάτηρ μονογενὴς ὀνόματι Σαρρα·
Verse: 12    
λαλήσω περὶ αὐτῆς τοῦ δοϑῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοὶ ἐπιβάλλει κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς· καὶ τὸ κοράσιον καλὸν καὶ ϕρόνιμόν ἐστιν.
Verse: 13    
καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψωμεν ἐκ ῾Ράγων, ποιήσομεν τὸν γάμον. διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ὀϕειλέσει ϑάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καϑήκει λαβεῖν πάντα ἄνϑρωπον.
Verse: 14    
τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελϕε, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσϑαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμϕῶνι ἀπολωλότας.
Verse: 15    
καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ ϕοβοῦμαι μὴ εἰσελϑὼν ἀποϑάνω καϑὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον ϕιλεῖ αὐτήν, οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ ϕοβοῦμαι μὴ ἀποϑάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ' ὀδύνης ἐπ' ἐμοὶ εἰς τὸν τάϕον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ὃς ϑάψει αὐτούς.
Verse: 16    
εἶπεν δὲ αὐτῷ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι πατήρ σου ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἄδελϕε, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοϑήσεταί σοι αὕτη εἰς γυναῖκα.
Verse: 17    
καὶ ἐὰν εἰσέλϑῃς εἰς τὸν νυμϕῶνα, λήμψῃ τέϕραν ϑυμιαμάτων καὶ ἐπιϑήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχϑύος καὶ καπνίσεις, καὶ ὀσϕρανϑήσεται τὸ δαιμόνιον καὶ ϕεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 18    
ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρϑητε ἀμϕότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα ϑεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει· μὴ ϕοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία.
Verse: 19    
καὶ ὡς ἤκουσεν Τωβιας ταῦτα, ἐϕίλησεν αὐτήν, καὶ ψυχὴ αὐτοῦ ἐκολλήϑη αὐτῇ σϕόδρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.