TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 492
Chapter: 7
Verse: 1
Καὶ
ἦλϑον
εἰς
᾽Εκβάτανα
καὶ
παρεγένοντο
εἰς
τὴν
οἰκίαν
Ραγουηλ
,
Σαρρα
δὲ
ὑπήντησεν
αὐτοῖς
καὶ
ἐχαιρέτισεν
αὐτοὺς
καὶ
αὐτοὶ
αὐτήν
,
καὶ
εἰσήγαγεν
αὐτοὺς
εἰς
τὴν
οἰκίαν
.
Verse: 2
καὶ
εἶπεν
Ραγουηλ
Εδνα
τῇ
γυναικὶ
αὐτοῦ
῾Ως
ὅμοιος
ὁ
νεανίσκος
Τωβιτ
τῷ
ἀνεψιῷ
μου
.
Verse: 3
καὶ
ἠρώτησεν
αὐτοὺς
Ραγουηλ
Πόϑεν
ἐστέ
,
ἀδελϕοί
;
καὶ
εἶπαν
αὐτῷ
᾽Εκ
τῶν
υἱῶν
Νεϕϑαλι
τῶν
αἰχμαλώτων
ἐν
Νινευη
.
Verse: 4
καὶ
εἶπεν
αὐτοῖς
Γινώσκετε
Τωβιτ
τὸν
ἀδελϕὸν
ἡμῶν
;
οἱ
δὲ
εἶπαν
Γινώσκομεν
.
Verse: 5
καὶ
εἶπεν
αὐτοῖς
῾Υγιαίνει
;
οἱ
δὲ
εἶπαν
Καὶ
ζῇ
καὶ
ὑγιαίνει
·
καὶ
εἶπεν
Τωβιας
Πατήρ
μού
ἐστιν
.
Verse: 6
καὶ
ἀνεπήδησεν
Ραγουηλ
καὶ
κατεϕίλησεν
αὐτὸν
καὶ
ἔκλαυσε
καὶ
εὐλόγησεν
αὐτὸν
καὶ
εἶπεν
αὐτῷ
῾Ο
τοῦ
καλοῦ
καὶ
ἀγαϑοῦ
ἀνϑρώπου
·
καὶ
ἀκούσας
ὅτι
Τωβιτ
ἀπώλεσεν
τοὺς
ὀϕϑαλμοὺς
αὐτοῦ
,
ἐλυπήϑη
καὶ
ἔκλαυσεν
.
Verse: 7
καὶ
Εδνα
ἡ
γυνὴ
αὐτοῦ
καὶ
Σαρρα
ἡ
ϑυγάτηρ
αὐτοῦ
ἔκλαυσαν
καὶ
ὑπεδέξαντο
αὐτοὺς
προϑύμως
.
Verse: 8
καὶ
ἔϑυσαν
κριὸν
προβάτων
καὶ
παρέϑηκαν
ὄψα
πλείονα
.
Verse: 9
Εἶπεν
δὲ
Τωβιας
τῷ
Ραϕαηλ
Αζαρια
ἄδελϕε
,
λάλησον
ὑπὲρ
ὧν
ἔλεγες
ἐν
τῇ
πορείᾳ
,
καὶ
τελεσϑήτω
τὸ
πρᾶγμα
.
Verse: 10
καὶ
μετέδωκεν
τὸν
λόγον
τῷ
Ραγουηλ
.
καὶ
εἶπεν
Ραγουηλ
πρὸς
Τωβιαν
Φάγε
καὶ
πίε
καὶ
ἡδέως
γίνου
·
σοὶ
γὰρ
καϑήκει
τὸ
παιδίον
μου
λαβεῖν
·
πλὴν
ὑποδείξω
σοι
τὴν
ἀλήϑειαν
.
Verse: 11
ἔδωκα
τὸ
παιδίον
μου
ἑπτὰ
ἀνδράσιν
,
καὶ
ὁπότε
ἐὰν
εἰσεπορεύοντο
πρὸς
αὐτήν
,
ἀπεϑνῄσκοσαν
ὑπὸ
τὴν
νύκτα
.
ἀλλὰ
τὸ
νῦν
ἔχων
ἡδέως
γίνου
.
Verse: 12
καὶ
εἶπεν
Τωβιας
Οὐ
γεύσομαι
οὐδὲν
ὧδε
,
ἕως
ἂν
στήσητε
καὶ
σταϑῆτε
πρός
με
.
καὶ
εἶπεν
Ραγουηλ
Κομίζου
αὐτὴν
ἀπὸ
τοῦ
νῦν
κατὰ
τὴν
κρίσιν
·
σὺ
δὲ
ἀδελϕὸς
εἶ
αὐτῆς
,
καὶ
αὐτή
σού
ἐστιν
·
ὁ
δὲ
ἐλεήμων
ϑεὸς
εὐοδώσει
ὑμῖν
τὰ
κάλλιστα
.
Verse: 13
καὶ
ἐκάλεσεν
Σαρραν
τὴν
ϑυγατέρα
αὐτοῦ
καὶ
λαβὼν
τῆς
χειρὸς
αὐτῆς
παρέδωκεν
αὐτὴν
τῷ
Τωβια
γυναῖκα
καὶ
εἶπεν
᾽Ιδοὺ
κατὰ
τὸν
νόμον
Μωυσέως
κομίζου
αὐτὴν
καὶ
ἄπαγε
πρὸς
τὸν
πατέρα
σου
·
καὶ
εὐλόγησεν
αὐτούς
.
Verse: 14
καὶ
ἐκάλεσεν
Εδναν
τὴν
γυναῖκα
αὐτοῦ
·
καὶ
λαβὼν
βιβλίον
ἔγραψεν
συγγραϕήν
,
καὶ
ἐσϕραγίσαντο
.
καὶ
ἤρξαντο
ἐσϑίειν
.
Verse: 15
καὶ
ἐκάλεσεν
Ραγουηλ
Εδναν
τὴν
γυναῖκα
αὐτοῦ
καὶ
εἶπεν
αὐτῇ
᾽Αδελϕή
,
ἑτοίμασον
τὸ
ἕτερον
ταμίειον
καὶ
εἰσάγαγε
αὐτήν
.
Verse: 16
καὶ
ἐποίησεν
ὡς
εἶπεν
καὶ
εἰσήγαγεν
αὐτὴν
ἐκεῖ
,
καὶ
ἔκλαυσεν
·
καὶ
ἀπεδέξατο
τὰ
δάκρυα
τῆς
ϑυγατρὸς
αὐτῆς
καὶ
εἶπεν
αὐτῇ
Verse: 17
Θάρσει
,
τέκνον
,
ὁ
κύριος
τοῦ
οὐρανοῦ
καὶ
τῆς
γῆς
δῴη
σοι
χάριν
ἀντὶ
τῆς
λύπης
σου
ταύτης
ϑάρσει
,
ϑύγατερ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.