TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 492
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ἦλϑον εἰς ᾽Εκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ, Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν.
Verse: 2    
καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ ῾Ως ὅμοιος νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου.
Verse: 3    
καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ Πόϑεν ἐστέ, ἀδελϕοί; καὶ εἶπαν αὐτῷ ᾽Εκ τῶν υἱῶν Νεϕϑαλι τῶν αἰχμαλώτων ἐν Νινευη.
Verse: 4    
καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιτ τὸν ἀδελϕὸν ἡμῶν; οἱ δὲ εἶπαν Γινώσκομεν.
Verse: 5    
καὶ εἶπεν αὐτοῖς ῾Υγιαίνει; οἱ δὲ εἶπαν Καὶ ζῇ καὶ ὑγιαίνει· καὶ εἶπεν Τωβιας Πατήρ μού ἐστιν.
Verse: 6    
καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεϕίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ῾Ο τοῦ καλοῦ καὶ ἀγαϑοῦ ἀνϑρώπου· καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, ἐλυπήϑη καὶ ἔκλαυσεν.
Verse: 7    
καὶ Εδνα γυνὴ αὐτοῦ καὶ Σαρρα ϑυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προϑύμως.
Verse: 8    
καὶ ἔϑυσαν κριὸν προβάτων καὶ παρέϑηκαν ὄψα πλείονα.
Verse: 9    
Εἶπεν δὲ Τωβιας τῷ Ραϕαηλ Αζαρια ἄδελϕε, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσϑήτω τὸ πρᾶγμα.
Verse: 10    
καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ. καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν Φάγε καὶ πίε καὶ ἡδέως γίνου· σοὶ γὰρ καϑήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω σοι τὴν ἀλήϑειαν.
Verse: 11    
ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπεϑνῄσκοσαν ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου.
Verse: 12    
καὶ εἶπεν Τωβιας Οὐ γεύσομαι οὐδὲν ὧδε, ἕως ἂν στήσητε καὶ σταϑῆτε πρός με. καὶ εἶπεν Ραγουηλ Κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· σὺ δὲ ἀδελϕὸς εἶ αὐτῆς, καὶ αὐτή σού ἐστιν· δὲ ἐλεήμων ϑεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα.
Verse: 13    
καὶ ἐκάλεσεν Σαρραν τὴν ϑυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβια γυναῖκα καὶ εἶπεν ᾽Ιδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου· καὶ εὐλόγησεν αὐτούς.
Verse: 14    
καὶ ἐκάλεσεν Εδναν τὴν γυναῖκα αὐτοῦ· καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραϕήν, καὶ ἐσϕραγίσαντο. καὶ ἤρξαντο ἐσϑίειν.
Verse: 15    
καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ᾽Αδελϕή, ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν.
Verse: 16    
καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσεν· καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς ϑυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ
Verse: 17    
Θάρσει, τέκνον, κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης ϑάρσει, ϑύγατερ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.