TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 493
Previous part

Chapter: 8 
Verse: 1    ῞Οτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβιαν πρὸς αὐτήν.
Verse: 2    
δὲ πορευόμενος ἐμνήσϑη τῶν λόγων Ραϕαηλ καὶ ἔλαβεν τὴν τέϕραν τῶν ϑυμιαμάτων καὶ ἐπέϑηκεν τὴν καρδίαν τοῦ ἰχϑύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν.
Verse: 3    
ὅτε δὲ ὠσϕράνϑη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔϕυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ἄγγελος.
Verse: 4    
ὡς δὲ συνεκλείσϑησαν ἀμϕότεροι, ἀνέστη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν ᾽Ανάστηϑι, ἀδελϕή, καὶ προσευξώμεϑα, ἵνα ἡμᾶς ἐλεήσῃ κύριος.
Verse: 5    
καὶ ἤρξατο Τωβιας λέγειν Εὐλογητὸς εἶ, ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.
Verse: 6    
σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηϑὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήϑη τὸ ἀνϑρώπων σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνϑρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηϑὸν ὅμοιον αὐτῷ.
Verse: 7    
καὶ νῦν, κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελϕήν μου ταύτην, ἀλλ' ἐπ' ἀληϑείας· ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι.
Verse: 8    
καὶ εἶπεν μετ' αὐτοῦ Αμην.
Verse: 9    
καὶ ἐκοιμήϑησαν ἀμϕότεροι τὴν νύκτα.
Verse: 10    
Καὶ ἀναστὰς Ραγουηλ ἐπορεύϑη καὶ ὤρυξεν τάϕον λέγων Μὴ καὶ οὗτος ἀποϑάνῃ.
Verse: 11    
καὶ ἦλϑεν Ραγουηλ εἰς τὴν οἰκίαν ἑαυτοῦ
Verse: 12    
καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ ᾽Απόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα ϑάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ.
Verse: 13    
καὶ εἰσῆλϑεν παιδίσκη ἀνοίξασα τὴν ϑύραν καὶ εὗρεν τοὺς δύο καϑεύδοντας.
Verse: 14    
καὶ ἐξελϑοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ.
Verse: 15    
καὶ εὐλόγησεν Ραγουηλ τὸν ϑεὸν λέγων Εὐλογητὸς εἶ σύ, ϑεός, ἐν πάσῃ εὐλογίᾳ καϑαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας.
Verse: 16    
εὐλογητὸς εἶ ὅτι ηὔϕρανάς με, καὶ οὐκ ἐγένετό μοι καϑὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεϑ' ἡμῶν.
Verse: 17    
εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐϕροσύνης καὶ ἐλέους.
Verse: 18    
ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάϕον.
Verse: 19    
Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων.
Verse: 20    
καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν συντελεσϑῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελϑεῖν αὐτόν, ἐὰν μὴ πληρωϑῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου,
Verse: 21    
καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσϑαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποϑάνω καὶ γυνή μου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.