TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 494
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἐκάλεσεν Τωβιας τὸν Ραϕαηλ καὶ εἶπεν αὐτῷ
Verse: 2    
Αζαρια ἄδελϕε, λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύϑητι ἐν ῾Ράγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον·
Verse: 3    
διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελϑεῖν με,
Verse: 4    
καὶ πατήρ μου ἀριϑμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηϑήσεται λίαν.
Verse: 5    
καὶ ἐπορεύϑη Ραϕαηλ καὶ ηὐλίσϑη παρὰ Γαβαήλῳ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραϕον· ὃς δὲ προήνεγκεν τὰ ϑυλάκια ἐν ταῖς σϕραγῖσιν καὶ ἔδωκεν αὐτῷ.
Verse: 6    
καὶ ὤρϑρευσαν κοινῶς καὶ ἤλϑοσαν εἰς τὸν γάμον. καὶ εὐλόγησεν Τωβιας τὴν γυναῖκα αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.