TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 982
Previous part

Chapter: 12 
Verse: 1    Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ· λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ ϑεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνϑρώπου ἐν αὐτῷ
Verse: 2    
᾽Ιδοὺ ἐγὼ τίϑημι τὴν Ιερουσαλημ ὡς πρόϑυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ.
Verse: 3    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑήσομαι τὴν Ιερουσαλημ λίϑον καταπατούμενον πᾶσιν τοῖς ἔϑνεσιν· πᾶς καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχϑήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔϑνη τῆς γῆς.
Verse: 4    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραϕρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀϕϑαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυϕλώσει.
Verse: 5    
καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι ϑεῷ αὐτῶν.
Verse: 6    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταϕάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόϑεν, καὶ κατοικήσει Ιερουσαλημ ἔτι καϑ' ἑαυτήν.
Verse: 7    
καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καϑὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν.
Verse: 8    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ, καὶ ἔσται ἀσϑενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ, δὲ οἶκος Δαυιδ ὡς οἶκος ϑεοῦ, ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν.
Verse: 9    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔϑνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ.
Verse: 10    
καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με ἀνϑ' ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητὸν καὶ ὀδυνηϑήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ.
Verse: 11    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνϑήσεται κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου,
Verse: 12    
καὶ κόψεται γῆ κατὰ ϕυλὰς ϕυλάς, ϕυλὴ καϑ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ' ἑαυτάς, ϕυλὴ οἴκου Δαυιδ καϑ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ' ἑαυτάς, ϕυλὴ οἴκου Ναϑαν καϑ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ' ἑαυτάς,
Verse: 13    
ϕυλὴ οἴκου Λευι καϑ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ' ἑαυτάς, ϕυλὴ τοῦ Συμεων καϑ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ' ἑαυτάς,
Verse: 14    
πᾶσαι αἱ ϕυλαὶ αἱ ὑπολελειμμέναι ϕυλὴ καϑ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ' ἑαυτάς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.