TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 973
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἔδειξέν μοι ᾽Ιησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσϑαι αὐτῷ.
Verse: 2    
καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον ᾽Επιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
Verse: 3    
καὶ ᾽Ιησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.
Verse: 4    
καὶ ἀπεκρίϑη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων ᾽Αϕέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν ᾽Ιδοὺ ἀϕῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη
Verse: 5    
καὶ ἐπίϑετε κίδαριν καϑαρὰν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ. καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέϑηκαν κίδαριν καϑαρὰν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, καὶ ἄγγελος κυρίου εἱστήκει.
Verse: 6    
καὶ διεμαρτύρατο ἄγγελος κυρίου πρὸς ᾽Ιησοῦν λέγων
Verse: 7    
Τάδε λέγει κύριος παντοκράτωρ ᾽Εὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου ϕυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαϕυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεϕομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
Verse: 8    
ἄκουε δή, ᾽Ιησοῦ ἱερεὺς μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καϑήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου ᾽Ανατολήν·
Verse: 9    
διότι λίϑος, ὃν ἔδωκα πρὸ προσώπου ᾽Ιησοῦ, ἐπὶ τὸν λίϑον τὸν ἕνα ἑπτὰ ὀϕϑαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόϑρον, λέγει κύριος παντοκράτωρ, καὶ ψηλαϕήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
Verse: 10    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.