TITUS
Novum Testamentum graece
Part No. 136
Previous part

Book: 1.Kor. 
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

Epistola beati Pauli apostoli ad Corinthios prima




Chapter: 1 
Verse: 1    Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ ϑελήματος ϑεοῦ, καὶ Σωσϑένης ἀδελϕός,
Verse: 2    
τῇ ἐκκλησίᾳ τοῦ ϑεοῦ τῇ οὔσῃ ἐν Κορίνϑῳ, ἡγιασμένοις ἐν Χριστῷ ᾽Ιησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν·
Verse: 3    
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 4    
Εὐχαριστῶ τῷ ϑεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ ϑεοῦ τῇ δοϑείσῃ ὑμῖν ἐν Χριστῷ ᾽Ιησοῦ,
Verse: 5    
ὅτι ἐν παντὶ ἐπλουτίσϑητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
Verse: 6    
καϑὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώϑη ἐν ὑμῖν,
Verse: 7    
ὥστε ὑμᾶς μὴ ὑστερεῖσϑαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ·
Verse: 8    
ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ [Χριστοῦ].
Verse: 9    
πιστὸς ϑεὸς δι' οὗ ἐκλήϑητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ ᾽Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
Verse: 10    
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελϕοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοὶ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
Verse: 11    
ἐδηλώϑη γάρ μοι περὶ ὑμῶν, ἀδελϕοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
Verse: 12    
λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, ᾽Εγὼ μέν εἰμι Παύλου, ᾽Εγὼ δὲ ᾽Απολλῶ, ᾽Εγὼ δὲ Κηϕᾶ, ᾽Εγὼ δὲ Χριστοῦ.
Verse: 13    
μεμέρισται Χριστός; μὴ Παῦλος ἐσταυρώϑη ὑπὲρ ὑμῶν, εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσϑητε;
Verse: 14    
εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
Verse: 15    
ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσϑητε.
Verse: 16    
ἐβάπτισα δὲ καὶ τὸν Στεϕανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
Verse: 17    
οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσϑαι, οὐκ ἐν σοϕίᾳ λόγου, ἵνα μὴ κενωϑῇ σταυρὸς τοῦ Χριστοῦ.
Verse: 18    
῾Ο λόγος γὰρ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις ϑεοῦ ἐστιν.
Verse: 19    
γέγραπται γάρ, ᾽Απολῶ τὴν σοϕίαν τῶν σοϕῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀϑετήσω.
Verse: 20    
ποῦ σοϕός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ϑεὸς τὴν σοϕίαν τοῦ κόσμου;
Verse: 21    
ἐπειδὴ γὰρ ἐν τῇ σοϕίᾳ τοῦ ϑεοῦ οὐκ ἔγνω κόσμος διὰ τῆς σοϕίας τὸν ϑεόν, εὐδόκησεν ϑεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
Verse: 22    
ἐπειδὴ καὶ ᾽Ιουδαῖοι σημεῖα αἰτοῦσιν καὶ ῞Ελληνες σοϕίαν ζητοῦσιν,
Verse: 23    
ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾽Ιουδαίοις μὲν σκάνδαλον ἔϑνεσιν δὲ μωρίαν,
Verse: 24    
αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾽Ιουδαίοις τε καὶ ῞Ελλησιν, Χριστὸν ϑεοῦ δύναμιν καὶ ϑεοῦ σοϕίαν·
Verse: 25    
ὅτι τὸ μωρὸν τοῦ ϑεοῦ σοϕώτερον τῶν ἀνϑρώπων ἐστίν, καὶ τὸ ἀσϑενὲς τοῦ ϑεοῦ ἰσχυρότερον τῶν ἀνϑρώπων.
Verse: 26    
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελϕοί, ὅτι οὐ πολλοὶ σοϕοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·
Verse: 27    
ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ϑεὸς ἵνα καταισχύνῃ τοὺς σοϕούς, καὶ τὰ ἀσϑενῆ τοῦ κόσμου ἐξελέξατο ϑεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
Verse: 28    
καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουϑενημένα ἐξελέξατο ϑεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
Verse: 29    
ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ ϑεοῦ.
Verse: 30    
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ, ὃς ἐγενήϑη σοϕία ἡμῖν ἀπὸ ϑεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
Verse: 31    
ἵνα καϑὼς γέγραπται, ῾Ο καυχώμενος ἐν κυρίῳ καυχάσϑω.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.