TITUS
Novum Testamentum graece
Part No. 145
Previous part

Chapter: 10 
Verse: 1    Οὐ ϑέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελϕοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεϕέλην ἦσαν καὶ πάντες διὰ τῆς ϑαλάσσης διῆλϑον,
Verse: 2    
καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεϕέλῃ καὶ ἐν τῇ ϑαλάσσῃ,
Verse: 3    
καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔϕαγον,
Verse: 4    
καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουϑούσης πέτρας· πέτρα δὲ ἦν Χριστός.
Verse: 5    
ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ϑεός, κατεστρώϑησαν γὰρ ἐν τῇ ἐρήμῳ.
Verse: 6    
ταῦτα δὲ τύποι ἡμῶν ἐγενήϑησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιϑυμητὰς κακῶν, καϑὼς κἀκεῖνοι ἐπεϑύμησαν.
Verse: 7    
μηδὲ εἰδωλολάτραι γίνεσϑε, καϑώς τινες αὐτῶν· ὥσπερ γέγραπται, ᾽Εκάϑισεν λαὸς ϕαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.
Verse: 8    
μηδὲ πορνεύωμεν, καϑώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
Verse: 9    
μηδὲ ἐκπειράζωμεν τὸν κύριον, καϑώς τινες αὐτῶν ἐξεπείρασαν, καὶ ὑπὸ τῶν ὄϕεων ἀπώλλυντο.
Verse: 10    
μηδὲ γογγύζετε, καϑάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὁλοϑρευτοῦ.
Verse: 11    
ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράϕη δὲ πρὸς νουϑεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
Verse: 12    
ὥστε δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
Verse: 13    
πειρασμὸς ὑμᾶς οὐκ εἴληϕεν εἰ μὴ ἀνϑρώπινος· πιστὸς δὲ ϑεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασϑῆναι ὑπὲρ δύνασϑε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασϑαι ὑπενεγκεῖν.
Verse: 14    
Διόπερ, ἀγαπητοί μου, ϕεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
Verse: 15    
ὡς ϕρονίμοις λέγω· κρίνατε ὑμεῖς ϕημι.
Verse: 16    
τὸ ποτήριον τῆς εὐλογίας εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
Verse: 17    
ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
Verse: 18    
βλέπετε τὸν ᾽Ισραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσϑίοντες τὰς ϑυσίας κοινωνοὶ τοῦ ϑυσιαστηρίου εἰσίν;
Verse: 19    
τί οὖν ϕημι; ὅτι εἰδωλόϑυτόν τί ἐστιν; ὅτι εἴδωλόν τί ἐστιν;
Verse: 20    
ἀλλ' ὅτι ϑύουσιν [τὰ ἔϑνη], δαιμονίοις καὶ οὐ ϑεῷ ϑύουσιν, οὐ ϑέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσϑαι.
Verse: 21    
οὐ δύνασϑε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασϑε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
Verse: 22    
παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
Verse: 23    
Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμϕέρει. πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ.
Verse: 24    
μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου.
Verse: 25    
Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσϑίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν,
Verse: 26    
τοῦ κυρίου γὰρ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
Verse: 27    
εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ ϑέλετε πορεύεσϑαι, πᾶν τὸ παρατιϑέμενον ὑμῖν ἐσϑίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
Verse: 28    
ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο ἱερόϑυτόν ἐστιν, μὴ ἐσϑίετε δι' ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν
Verse: 29    
συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἐλευϑερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
Verse: 30    
εἰ ἐγὼ χάριτι μετέχω, τί βλασϕημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
Verse: 31    
εἴτε οὖν ἐσϑίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν ϑεοῦ ποιεῖτε.
Verse: 32    
ἀπρόσκοποι καὶ ᾽Ιουδαίοις γίνεσϑε καὶ ῞Ελλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ ϑεοῦ,
Verse: 33    
καϑὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμϕορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωϑῶσιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.