TITUS
Novum Testamentum graece
Part No. 146
Previous part

Chapter: 11 
Verse: 1    μιμηταί μου γίνεσϑε, καϑὼς κἀγὼ Χριστοῦ. /
Verse: 2    
᾽Επαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησϑε καὶ καϑὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
Verse: 3    
ϑέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς κεϕαλὴ Χριστός ἐστιν, κεϕαλὴ δὲ γυναικὸς ἀνήρ, κεϕαλὴ δὲ τοῦ Χριστοῦ ϑεός.
Verse: 4    
πᾶς ἀνὴρ προσευχόμενος προϕητεύων κατὰ κεϕαλῆς ἔχων καταισχύνει τὴν κεϕαλὴν αὐτοῦ·
Verse: 5    
πᾶσα δὲ γυνὴ προσευχομένη προϕητεύουσα ἀκατακαλύπτῳ τῇ κεϕαλῇ καταισχύνει τὴν κεϕαλὴν αὐτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
Verse: 6    
εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσϑω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασϑαι ξυρᾶσϑαι, κατακαλυπτέσϑω.
Verse: 7    
ἀνὴρ μὲν γὰρ οὐκ ὀϕείλει κατακαλύπτεσϑαι τὴν κεϕαλήν, εἰκὼν καὶ δόξα ϑεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
Verse: 8    
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
Verse: 9    
καὶ γὰρ οὐκ ἐκτίσϑη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
Verse: 10    
διὰ τοῦτο ὀϕείλει γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεϕαλῆς διὰ τοὺς ἀγγέλους.
Verse: 11    
πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ·
Verse: 12    
ὥσπερ γὰρ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ ϑεοῦ.
Verse: 13    
ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ ϑεῷ προσεύχεσϑαι;
Verse: 14    
οὐδὲ ϕύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν,
Verse: 15    
γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν; ὅτι κόμη ἀντὶ περιβολαίου δέδοται [αὐτῇ].
Verse: 16    
Εἰ δέ τις δοκεῖ ϕιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήϑειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ ϑεοῦ.
Verse: 17    
Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσϑε.
Verse: 18    
πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
Verse: 19    
δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα [καὶ] οἱ δόκιμοι ϕανεροὶ γένωνται ἐν ὑμῖν.
Verse: 20    
Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον ϕαγεῖν,
Verse: 21    
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ ϕαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεϑύει.
Verse: 22    
μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσϑίειν καὶ πίνειν; τῆς ἐκκλησίας τοῦ ϑεοῦ καταϕρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
Verse: 23    
᾽Εγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, καὶ παρέδωκα ὑμῖν, ὅτι κύριος ᾽Ιησοῦς ἐν τῇ νυκτὶ παρεδίδετο ἔλαβεν ἄρτον
Verse: 24    
καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν, Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Verse: 25    
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον καινὴ διαϑήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Verse: 26    
ὁσάκις γὰρ ἐὰν ἐσϑίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν ϑάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλϑῃ.
Verse: 27    
῞Ωστε ὃς ἂν ἐσϑίῃ τὸν ἄρτον πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
Verse: 28    
δοκιμαζέτω δὲ ἄνϑρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσϑιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
Verse: 29    
γὰρ ἐσϑίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσϑίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα.
Verse: 30    
διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσϑενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.
Verse: 31    
εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεϑα·
Verse: 32    
κρινόμενοι δὲ ὑπὸ [τοῦ] κυρίου παιδευόμεϑα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριϑῶμεν.
Verse: 33    
ὥστε, ἀδελϕοί μου, συνερχόμενοι εἰς τὸ ϕαγεῖν ἀλλήλους ἐκδέχεσϑε.
Verse: 34    
εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσϑιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησϑε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλϑω διατάξομαι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.