TITUS
Novum Testamentum graece
Part No. 147
Previous part

Chapter: 12 
Verse: 1    Περὶ δὲ τῶν πνευματικῶν, ἀδελϕοί, οὐ ϑέλω ὑμᾶς ἀγνοεῖν.
Verse: 2    
Οἴδατε ὅτι ὅτε ἔϑνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄϕωνα ὡς ἂν ἤγεσϑε ἀπαγόμενοι.
Verse: 3    
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι ϑεοῦ λαλῶν λέγει, ᾽Ανάϑεμα ᾽Ιησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος ᾽Ιησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
Verse: 4    
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·
Verse: 5    
καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ αὐτὸς κύριος·
Verse: 6    
καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, δὲ αὐτὸς ϑεός, ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
Verse: 7    
ἑκάστῳ δὲ δίδοται ϕανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμϕέρον.
Verse: 8    
μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοϕίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,
Verse: 9    
ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,
Verse: 10    
ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ [δὲ] προϕητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
Verse: 11    
πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καϑὼς βούλεται.
Verse: 12    
Καϑάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ Χριστός·
Verse: 13    
καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσϑημεν, εἴτε ᾽Ιουδαῖοι εἴτε ῞Ελληνες, εἴτε δοῦλοι εἴτε ἐλεύϑεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσϑημεν.
Verse: 14    
καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
Verse: 15    
ἐὰν εἴπῃ πούς, ῞Οτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
Verse: 16    
καὶ ἐὰν εἴπῃ τὸ οὖς, ῞Οτι οὐκ εἰμὶ ὀϕϑαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
Verse: 17    
εἰ ὅλον τὸ σῶμα ὀϕϑαλμός, ποῦ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ὄσϕρησις;
Verse: 18    
νυνὶ δὲ ϑεὸς ἔϑετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καϑὼς ἠϑέλησεν.
Verse: 19    
εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
Verse: 20    
νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
Verse: 21    
οὐ δύναται δὲ ὀϕϑαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω, πάλιν κεϕαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἔχω·
Verse: 22    
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσϑενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
Verse: 23    
καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίϑεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,
Verse: 24    
τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ϑεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,
Verse: 25    
ἵνα μὴ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη.
Verse: 26    
καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.
Verse: 27    
῾Υμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
Verse: 28    
καὶ οὓς μὲν ἔϑετο ϑεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προϕήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
Verse: 29    
μὴ πάντες ἀπόστολοι; μὴ πάντες προϕῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
Verse: 30    
μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
Verse: 31    
ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα.
   
/ Καὶ ἔτι καϑ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.