TITUS
Novum Testamentum graece
Part No. 138
Previous part

Chapter: 3 
Verse: 1    Κἀγώ, ἀδελϕοί, οὐκ ἠδυνήϑην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.
Verse: 2    
γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασϑε. ἀλλ' οὐδὲ ἔτι νῦν δύνασϑε,
Verse: 3    
ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνϑρωπον περιπατεῖτε;
Verse: 4    
ὅταν γὰρ λέγῃ τις, ᾽Εγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, ᾽Εγὼ ᾽Απολλῶ, οὐκ ἄνϑρωποί ἐστε;
Verse: 5    
τί οὖν ἐστιν ᾽Απολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι' ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς κύριος ἔδωκεν.
Verse: 6    
ἐγὼ ἐϕύτευσα, ᾽Απολλῶς ἐπότισεν, ἀλλὰ ϑεὸς ηὔξανεν·
Verse: 7    
ὥστε οὔτε ϕυτεύων ἐστίν τι οὔτε ποτίζων, ἀλλ' αὐξάνων ϑεός.
Verse: 8    
ϕυτεύων δὲ καὶ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισϑὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον.
Verse: 9    
ϑεοῦ γάρ ἐσμεν συνεργοί· ϑεοῦ γεώργιον, ϑεοῦ οἰκοδομή ἐστε.
Verse: 10    
Κατὰ τὴν χάριν τοῦ ϑεοῦ τὴν δοϑεῖσάν μοι ὡς σοϕὸς ἀρχιτέκτων ϑεμέλιον ἔϑηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
Verse: 11    
ϑεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται ϑεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾽Ιησοῦς Χριστός.
Verse: 12    
εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν ϑεμέλιον χρυσόν, ἄργυρον, λίϑους τιμίους, ξύλα, χόρτον, καλάμην,
Verse: 13    
ἑκάστου τὸ ἔργον ϕανερὸν γενήσεται, γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [αὐτὸ] δοκιμάσει.
Verse: 14    
εἴ τινος τὸ ἔργον μενεῖ ἐποικοδόμησεν, μισϑὸν λήμψεται·
Verse: 15    
εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωϑήσεται, αὐτὸς δὲ σωϑήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
Verse: 16    
οὐκ οἴδατε ὅτι ναὸς ϑεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ ϑεοῦ οἰκεῖ ἐν ὑμῖν;
Verse: 17    
εἴ τις τὸν ναὸν τοῦ ϑεοῦ ϕϑείρει, ϕϑερεῖ τοῦτον ϑεός· γὰρ ναὸς τοῦ ϑεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
Verse: 18    
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοϕὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσϑω, ἵνα γένηται σοϕός.
Verse: 19    
γὰρ σοϕία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ ϑεῷ ἐστιν· γέγραπται γάρ, ῾Ο δρασσόμενος τοὺς σοϕοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
Verse: 20    
καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶνσοϕῶν ὅτι εἰσὶν μάταιοι.
Verse: 21    
ὥστε μηδεὶς καυχάσϑω ἐν ἀνϑρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
Verse: 22    
εἴτε Παῦλος εἴτε ᾽Απολλῶς εἴτε Κηϕᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε ϑάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν,
Verse: 23    
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ ϑεοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.