TITUS
Novum Testamentum graece
Part No. 139
Previous part

Chapter: 4 
Verse: 1    Οὕτως ἡμᾶς λογιζέσϑω ἄνϑρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων ϑεοῦ.
Verse: 2    
ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεϑῇ.
Verse: 3    
ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑϕ' ὑμῶν ἀνακριϑῶ ὑπὸ ἀνϑρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω·
Verse: 4    
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, δὲ ἀνακρίνων με κύριός ἐστιν.
Verse: 5    
ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλϑῃ κύριος, ὃς καὶ ϕωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ ϕανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ ϑεοῦ.
Verse: 6    
Ταῦτα δέ, ἀδελϕοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ᾽Απολλῶν δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάϑητε τὸ Μὴ ὑπὲρ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς ϕυσιοῦσϑε κατὰ τοῦ ἑτέρου.
Verse: 7    
τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
Verse: 8    
ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄϕελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
Verse: 9    
δοκῶ γάρ, ϑεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιϑανατίους, ὅτι ϑέατρον ἐγενήϑημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνϑρώποις.
Verse: 10    
ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ ϕρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσϑενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
Verse: 11    
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαϕιζόμεϑα καὶ ἀστατοῦμεν
Verse: 12    
καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεϑα,
Verse: 13    
δυσϕημούμενοι παρακαλοῦμεν· ὡς περικαϑάρματα τοῦ κόσμου ἐγενήϑημεν, πάντων περίψημα, ἕως ἄρτι.
Verse: 14    
Οὐκ ἐντρέπων ὑμᾶς γράϕω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουϑετῶν·
Verse: 15    
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
Verse: 16    
παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσϑε.
Verse: 17    
διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόϑεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [᾽Ιησοῦ], καϑὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
Verse: 18    
ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐϕυσιώϑησάν τινες·
Verse: 19    
ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν κύριος ϑελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεϕυσιωμένων ἀλλὰ τὴν δύναμιν,
Verse: 20    
οὐ γὰρ ἐν λόγῳ βασιλεία τοῦ ϑεοῦ ἀλλ' ἐν δυνάμει.
Verse: 21    
τί ϑέλετε; ἐν ῥάβδῳ ἔλϑω πρὸς ὑμᾶς, ἐν ἀγάπῃ πνεύματί τε πραύτητος;

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.